Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

οὕτω δέ τις φήσει εἰρῆσθαι καὶ τὸ ἐν τῇ πρὸς Ἑβραίους τοῦτον ἀναγεγραμμένον τὸν τρόπον· »Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς »δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου, »καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, »καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, »ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας«. πρόσχες γὰρ ἐν τούτοις τὸ » Μετόχους γενηθέντας πνεύματος ἁγίου«.

εἰς δὲ τὸ ἐναντίον, ὡς, εἰ καὶ προεφήτευσεν ὁ Καϊάφας, οὐδὲν ἧττον οὐκ ἦν πνεῦμα ἅγιον ἐν αὐτῷ, λεχθείη ἂν τὸ » Οὔπω γὰρ ἦν πνεῦμα. »ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη«.

καὶ εἴπερ οὐκ ἦν πνεῦμα οὐδὲ ἐν τοῖς

ἀποστόλοις πρὸ τοῦ Ἰησοῦν δοξασθῆναι, πόσῳ πλέον οὐκ ἦν ἐν τῷ Καϊάφᾳ; ἀναστὰς δὲ ὁ σωτὴρ »ἐνεφύσησεν« τοῖς μαθηταῖς »καὶ λέγει »αὐτοῖς·

Λάβετε πνεῦμα ἅγιον« καὶ τὰ ἑξῆς· τολμηρῶς μὲν οὖν τις παραθήσεται τὰ λεχθησόμενα πρὸς τὸ μὴ ἀπὸ ἁγίου πνεύματος προπεφητευκέναι τὸν Καϊάφαν· ὁμῶς δ’ οὖν ἐρεῖ ὅτι δύναται καὶ πονηρὰ πνεύματα μαρτυρεῖν τῷ Ἰησοῦ καὶ προφητεύειν περὶ αὐτοῦ ἢ μαρτυρεῖν αὐτῷ, ὥσπερ τὸ λέγον· »Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ »θεοὺ« καὶ τὰ παρακαλοῦντα αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν καὶ λέγοντα· »Ἦλθες ἀπολέσαι ἡμᾶς;«

Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων γέγραπται ταῦτα· »Ἐγένετο πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ »ἔχουσαν πνεῦμα πύθωνα ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν »παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη. αὕτη κατακολουθήσασα »Παύλῳ καὶ ἡμῖν † ἔκραξεν λέγουσα ὅτι Οὗτοι οἱ ἄνθρωποι δοῦλοι »τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν »σωτηρίας«.

φήσει οὖν ὁ τούτοις συγχρώμενος ὅτι οὐδὲν ἀποδεῖ προφητείας ὁ τοῦ πύθωνος λόγος, μαρτυρῶν τοῖς ἀποστόλοις καὶ προτρέπων ὡς ἐπὶ ὁδὸν σωτηρίας καταγγελλομένην πιστεύειν τοὺς ἀκούσαντας.

ἐπεὶ δὲ καὶ τὰ τοῦ Βαλαὰμ παρεθέμεθα, πρόσχες εἰ δύναται καὶ περὶ αὐτοῦ λέγεσθαι ὅτι οὐ θεόθεν ἐλάλησεν ἀλλ’ ἀπὸ ἀγγέλου· »Ἔστη, γάρ φησιν, ὁ ἄγγελος τοῦ θεοῦ ἐν τῇ ὁδῷ ἐνδιαβάλλειν »αὐτόν. καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ καὶ οἱ δύο παῖδες »αὐτοῦ μετ’ αὐτοῦ. καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ »ἀνθεστηκότα ἐν τῇ ὁδῷ, καὶ τὴν ῥομφαίαν αὐτοῦ ἐσπασμένην ἐν τῇ »χειρὶ αὐτοῦ, καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπο|ρεύετο εἰς »τὸ πεδίον. καὶ ἐπάταξεν Βαλαὰμ τὴν ὄνον ἐν τῇ ῥάβδῳ τοῦ »εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ· καὶ ἔστη ὁ ἄγγελος τοῦ θεοῦ ἐν ταῖς αὔλαξι »τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν«. εἶτα μετ’ ὀλίγα·

»Ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ συνεκάθισεν ὑποκάτω »Βαλαάμ«. καὶ πάλιν μετ’ ὀλίγα· »Εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ θεοῦ· Διατί »ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς »διαβολήν σου, ὅτι οὐκ εὐθεῖα ἡ ὁδός σου ἐναντίον μου· καὶ ἰδοῦσά με »ἡ ὄνος ἐξέκλινεν ἀπ’ ἐμοῦ τοῦτο τρίτον· καὶ εἰ μὴ ἐξέκλινεν ἀπ’ »ἐμοῦ, νῦν σὲ μὲν ἂν ἀπέκτεινα ἐκείνην δ’ ἂν περιεποιησάμην. καὶ

»εἶπεν Βαλαὰμ τῷ ἀγγέλῳ· Κύριε, ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι »σὺ ἀνθέστηκας εἰς συνάντησίν μοι ἐν τῇ ὁδῷ· καὶ νῦν εἰ μή σοι »ἀρέσκει, ἀποστραφήσομαι. καὶ εἶπεν ὁ ἄγγελος τοῦ θεοῦ πρὸς »Βαλαάμ· Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα ὃ »ἐὰν εἴπω πρὸς σὲ τοῦτο φυλάξῃ λαλῆσαι«.

παρατήρει γὰρ ὅτι ἄγγελός ἐστιν ὁ λέγων· »Τὸ ῥῆμα ὃ ἐὰν εἴπω πρὸς σὲ τοῦτο »φυλάξῃ λαλῆσαι«.