Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
εἶτα πάλιν μετ’ ὀλίγα· »Ἀναστὰς ὁ ἀρχιερεὺς »ἐπηρώτησεν »ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου »καταμαρτυροῦσιν; ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ »ἀρχιερεὺς ἐπηρώτησεν αὐτὸν ἐκ δευτέρου λέγων· Σὺ εἶ ὁ χριστὸς ὁ »υἱὸς τοῦ εὐλογητοῦ; | ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτῷ· Σὺ εἶπας »ὅτι ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ »δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ »οὐρανοῦ. ὁ δὲ ἀρχιερεὺς διαρρήξας εὐθέως τοὺς χιτῶνας αὐτοὺ«.
εἶτα μετ’ ὀλίγα· »Πρωῒ συμβούλιον ἐποίησαν οἱ ἀρχιερεῖς μετὰ τῶν »πρεσβυτέρων καὶ τῶν γραμματέων καὶ ὅλον τὸ συνέδριον, καὶ »δήσαντες τὸν Ἰησοῦν ἀπήγαγον εἰς τὴν αὐλὴν καὶ παρέδωκαν »Πιλάτῳ«. εἶτα μετ’ ὀλίγα· » »Κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά, »αὐτὸς δὲ οὐδὲν ἀπεκρίνετο«.
ὁ δὲ Ἰωάννης φησὶν ὅτι »Ἄγουσι τὸν »Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον«.
ταῦτα δὲ ἐπὶ πλεῖον ἐξεθέμεθα ὑπὲρ τοῦ διὰ πολλῶν ἁπάντων τῶν εὐαγγελιστῶν μαρτυριῶν
παραστῆσαι τὴν χύσιν τῆς τοῦ Καϊάφα κακίας, καὶ ὅτι κατὰ τοῦ Ἰησοῦ ἀγωνιζόμενος οὐδὲν ἧττον προεφήτευσεν· ὅτι μὲν οὖν προεφήτευσεν, σαφῶς ἐδίδαξεν ἡμᾶς ὁ Ἰωάννης.(13) Ζητήσεις δὲ εἰ πάντως, εἴ τις προφητεύει, ἐκ πνεύματος ἁγίου προφητεύει, κἄν τισιν φαίνηται μηδεμιᾶς ζητήσεως ἔχεσθαι τὸ λεγόμενον.