Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
οἶμαι δ’ ὅτι ἀνάλογον τῷ »Δικαίως τὸ δίκαιον διώξῃ« λέγοιτ’ ἄν· ›σωφρόνως τὸ σῶφρον διώξῃ‹· καὶ ›ἀνδρείως |τὸ ἀνδρεῖον διώξῃ‹ καὶ ›σοφῶς τὸ σοφὸν διώξῃ‹ καὶ τὰ ἀνὰ λόγον ἐπὶ τῶν λοιπῶν ἀρετῶν.
ταῦτα δ’ εἴπομεν ὑπὲρ τοῦ παραβαλεῖν ὅμοιόν τι τῷ προφητεύειν μέν τινα, οὐ μὴν προφήτην εἶναι.
διὰ τοῦτο δ’ οἶμαι συνεχῶς ἐν ταῖς προφητείαις περὶ τῶν προφητῶν λέγεται τὸ »Εἶπεν Ἱερεμίας ὁ προφήτης« καὶ εἴ τι τούτοις ὅμοιον· οἱ δὲ περὶ τὰ ὀνόματα δεινοί φασιν ὅτι οὐχὶ εἴ τις | ἰατρικόν τι ἐποίησεν ἢ τῶν πρὸς ὑγιείαν συμβαλλομένων ἕν, ἰατρός ἐστιν ἐκεῖνος, οὐδὲ εἴ τις οἰκοδομικόν τι πεποίηκεν, οἰκοδόμος ἐστὶν ἐκεῖνος.
ἐκ δὲ τῶν περὶ τὸν Καϊάφαν ἀναγεγραμμένων, προφητεύσαντα περὶ τοῦ σωτῆρος, ἔστιν ⟨σαφηνίσαι〉 ὅτι καὶ μοχθηρὰ ψυχὴ ἐπιδέχεταί ποτε τὸ προφητεύειν.
κατηγορεῖται γὰρ ἡ τοῦ Καϊάφα μοχθηρία, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου ὅτε ὁ σωτὴρ ἡμῶν τὴν ἐν τῷ πάσχειν ὑπὲρ ἀνθρώπων ἐπιτελεῖ οἰκονομίαν, ὑπὸ τῶν εὐαγγελιστῶν· Ματθαῖος μὲν γάρ φησι· »Τότε πορευθεὶς εἷς τῶν »δώδεκα, λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν· Τί »θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν »αὐτῷ τριάκοντα ἀργύρια«· καὶ μετ’ ὀλίγα· »Ἰδοὺ Ἰούδας, φησίν, εἷς »τῶν δώδεκα ἦλθεν, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν »καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοὺ«.
Ἐν τούτοις μὲν οὖν νοοῦμεν εἶναι καὶ τὸν Καϊάφαν τοῖς ἀρχιερεῦσιν, ἐπεὶ μεμαρτύρηται ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου. σαφῶς δὲ μετὰ ταῦτα ὁ Ματθαῖός φησιν· »Οἱ δὲ κρατήσαντες τὸν »Ἰησοῦν ἀπήγαγον πρὸς τὸν Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ »γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν«· καὶ μετ’ ὀλίγα ἐπιφέρει·