Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
οὐ μὴν εἴ τις τὸ δίκαιον διώκει, δίκαιός ἐστιν ἐκεῖνος· ὅπερ συνήσεις ἐπιστήσας τῷ »Δικαίως τὸ δίκαιον διώξῃ«, εἴπερ μὴ μάτην τὸ »Δικαίως« προτέτακται τοῦ »Τὸ δίκαιον διώξῃ«. δυνατὸν γάρ, οἶμαι, τὸ δίκαιον διώκειν ἀλλ’ οὐ δικαίως· καὶ γὰρ οἱ ποιοῦντες πρὸς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων ἔργον καθ’ αὑτὸ καθῆκον, φέρε εἰπεῖν, εἰς πένητας, δίκαιον μέν τι πεποιήκασιν, οὐ μὴν ἀπὸ ἕξεως δικαιοσύνης ἀλλ’ ἀπὸ κενοδοξίας.
οἶμαι δ’ ὅτι ἀνάλογον τῷ »Δικαίως τὸ δίκαιον διώξῃ« λέγοιτ’ ἄν· ›σωφρόνως τὸ σῶφρον διώξῃ‹· καὶ ›ἀνδρείως |τὸ ἀνδρεῖον διώξῃ‹ καὶ ›σοφῶς τὸ σοφὸν διώξῃ‹ καὶ τὰ ἀνὰ λόγον ἐπὶ τῶν λοιπῶν ἀρετῶν.
ταῦτα δ’ εἴπομεν ὑπὲρ τοῦ παραβαλεῖν ὅμοιόν τι τῷ προφητεύειν μέν τινα, οὐ μὴν προφήτην εἶναι.
διὰ τοῦτο δ’ οἶμαι συνεχῶς ἐν ταῖς προφητείαις περὶ τῶν προφητῶν λέγεται τὸ »Εἶπεν Ἱερεμίας ὁ προφήτης« καὶ εἴ τι τούτοις ὅμοιον· οἱ δὲ περὶ τὰ ὀνόματα δεινοί φασιν ὅτι οὐχὶ εἴ τις | ἰατρικόν τι ἐποίησεν ἢ τῶν πρὸς ὑγιείαν συμβαλλομένων ἕν, ἰατρός ἐστιν ἐκεῖνος, οὐδὲ εἴ τις οἰκοδομικόν τι πεποίηκεν, οἰκοδόμος ἐστὶν ἐκεῖνος.
ἐκ δὲ τῶν περὶ τὸν Καϊάφαν ἀναγεγραμμένων, προφητεύσαντα περὶ τοῦ σωτῆρος, ἔστιν ⟨σαφηνίσαι〉 ὅτι καὶ μοχθηρὰ ψυχὴ ἐπιδέχεταί ποτε τὸ προφητεύειν.