Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰ γὰρ ταῦτα »διὰ »τὸν ὄχλον ⟨τὸν⟩ περιεστῶτα« εἶπεν, ἵνα πιστεύσωσιν ὅτι ὁ πατὴρ αὐτὸν ἀπέστειλεν, καὶ λέγων διὰ τοῦτο εἶπεν, ἵνα ὁ περιεστὼς ὄχλος πιστεύσῃ· οὐκ ἂν δὲ μὴ πιστεύσοντός τινος ἐξ αὐτῶν τῷ πατρὶ ἔλεγεν, ὡσεί τις τῶν τὰ μέλλον|τα ἀγνοούντων ἀνθρώπων, »ἀλλὰ »διὰ τὸν ὄχλον τὸν περιεστῶτα, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστει»ἀπέστειλας«· μήποτε οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν καὶ πιστεύσαντες εἰς αὐτόν, μόνοι ἦσαν ὁ περιεστὼς τὸν Ἰησοῦν ὄχλος· οἱ δὲ λοιποὶ οὔτε ἐθεάσαντο, ἃ ἐποίησεν, οὔτε περιειστήκεισαν αὐτόν.

(11) Ὡς πρὸς τὸ ῥητὸν οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἑώρων ὅτι διὰ τὸ μέγεθος ὧν πεποιήκει τεραστίων δυνάμεων ὁ Ἰησοῦς δυνατὸν ἦν καὶ πάντα τὸν λαὸν τῶν Ἰουδαίων ὑπαχθῆναι τῇ εἰς αὐτὸν πίστει καὶ ὑπαχθέντα καταφρονῆσαι τῆς ἐν τῷ τόπῳ σωματικῆς λευϊτικῆς καὶ ἱερατικῆς λατρείας, ὥστ’ ἂν πρόφασιν τὸ τοιοῦτον γενέσθαι τοῦ, ἅτε μὴ περιεπόντων τὸν τόπον Ἰουδαίων, Ῥωμαίοις ὑπὸ τοῦ σωτῆρος γενέσθαι καὶ τὸν νομιζόμενον παρ’ ἐκείνοις ἱερὸν τόπον καὶ πᾶν τὸ ἔθνος Ἰουδαίων, οὐκέτι παντὶ τρόπῳ τηρεῖν ἐθελόντων τὴν περὶ τοῦ Ἰουδαίους ἑαυτοὺς εἶναι ὁμολογίαν.

εἶτ’ ἐπεὶ πάντων προέκρινον τὴν λατρείαν καὶ τὸν τόπον καὶ τὴν τοῦ ἔθνους σύστασιν τῶν νομισθέντων ἂν εἶναι κρειττόνων παρὰ ταῦτα, διὰ τοῦτο σκοποῦσιν κατὰ τοῦ Ἰησοῦ ἵνα αὐτὸν μὴ ἐάσωσιν ζῆν.

ὡς δ’ αὕτως οἶμαι καὶ ἐπὶ καθαιρέσει τῆς δόξης αὐτοῦ εἰρηκέναι τὸ »Οὗτος ὁ ἄνθρωπος«· ἠπίστουν γὰρ τοῖς καὶ ἀνωτέρω εἰρημένοις περὶ τοῦ θεὸν αὐτὸν εἶναι, ἡνίκα λιθάζειν αὐτὸν ἐβούλοντο ὡς περὶ

βλασφημίας, λέγοντες αὐτῷ ὅτι »Σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν »θεόν«, ὅτε κατὰ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἀπεκρίνατο, διδάσκων ὅτι πᾶς πρὸς ὃν ὁ λόγος τοῦ θεοῦ ἐγένετο θεὸς λέγεται ὑπὸ τοῦ θεοῦ, μὴ δυναμένης λυθῆναι καὶ καταλυθῆναι τῆς τοῦτο ἀποφηναμένης προφητικῆς γραφῆς.

ἔστιν δὲ ἐκ τῶν λεγομένων ἀπὸ τῶν Φαρισαίων καὶ τῶν ἀρχιερέων κατανοῆσαι αὐτῶν καὶ τὸ τῆς κακίας ἀνομολογούμενον καὶ τυφλόν· ἀνομολογούμενον μέν, ὅτι ἐμαρτύρουν αὐτῷ καὶ πολλὰ πεποιηκέναι σημεῖα καὶ δύνασθαι τῷ τοσαῦτα σημεῖα πεποιηκότι ἐπιβουλεῦσαι, ὡς μηδὲν ὑπὲρ ἑαυτοῦ ἐν τῷ ἐπιβουλεύεσθαι δυναμένῳ· τυφλὸν δὲ οὐδὲν ἧττον καὶ αὐτὸ τοῦτο | ἦν· κατὰ γὰρ τὸν πολλὰ ποιοῦντα σημεῖα ἦν τὸ κρείττον’ εἶναι τῆς ἐπιβουλῆς τῶν ἀφιέναι αὐτὸν μὴ θελόντων· εἰ μὴ ἄρα καὶ ἐπίστευον ὅτι ποιεῖ σημεῖα, καὶ ὑπενόουν αὐτὰ μὴ ἀπὸ θείας γίνεσθαι δυνάμεως· ὥστε διὰ τοῦτο μὴ πάντα αὐτὸν δυνηθῆναι, μηδὲ αὑτὸν ῥύσασθαι ἀπὸ τῆς ἐξ ἐκείνων ἐπιβουλῆς.

ἐκεῖνοι μὲν οὖν ἐσκόπουν μὴ ἀφιέναι αὐτόν, οἰόμενοι διὰ τοῦτο ἐμποδίσειν τοῖς πιστεύουσιν εἰς αὐτὸν καὶ Ῥωμαίοις, μέλλουσιν αἴρειν αὐτῶν τὸν τόπον καὶ τὸ ἔθνος.