Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις«. ὅτι γὰρ διὰ τούτους μᾶλλον ἢ τὸν Λάζαρον ταύτην ἀνεφθέγξατο πρὸς τὸν πατέρα τὴν εὐχαριστίαν δῆλον ἐκ τοῦ »Ἀλλὰ διὰ τὸν ὄχλον τὸν »περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας«.
ἐπραγματεύσατο οὖν περὶ τοῦ Λαζάρου διὰ τὸν περιεστῶτα ὄχλον, ἵν’ οἱ πολλοὶ τῶν Ἰουδαίων ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν πιστεύσωσιν εἰς αὐτόν.
(10) Ἀλλὰ ἄκουε καὶ περὶ τούτων, μὴ μόνον σωματικώτερον· »Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ »εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς«.
ἔχει μέν τι ἡ λέξις ἀμφίβολον, πότερον οἱ ἀπελθόντες πρὸς τοὺς Φαρισαίους καὶ εἰπόντες αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς ἀπὸ τῶν πολλῶν Ἰουδαίων ἦσαν, τῶν θεασαμένων ἃ ἐποίησεν καὶ πιστευσάντων εἰς αὐτόν, βουλόμενοι καὶ τοὺς ἐχθρῶς διακειμένους πρὸς αὐτὸν δυσωπῆσαι διὰ τῆς περὶ τοῦ Λαζάρου ἀπαγγελίας· ἢ οἱ λοιποὶ παρὰ τοὺς πολλοὺς καὶ πιστεύσαντας, ὡς μὴ κινηθέντες ἐκ τοῦ γενομένου εἰς τὴν περὶ Ἰησοῦ πίστιν, ὅτι τὸ ὅσον ἐφ’ ἑαυτοῖς καὶ πρὸς * κατ’ αὐτοῦ τοὺς Φαρισαίους τὸν ἐν αὐτοῖς πονηρὸν ζῆλον ἐγείροντες διὰ τῆς περὶ τοῦ Λαζάρου ἀπαγγελίας.
καὶ δοκεῖ μοι τοῦτο μᾶλλον βούλεσθαι σημαίνειν ὁ εὐαγγελιστής.
διὸ καὶ ἐπιφέρεται τὸ »Συνήγαγον οὖν οἱ ἀρχιερεῖς »καὶ οἱ Φαρισαίοι« καὶ τὰ ἑξῆς. πολλοὺς μὲν οὖν εἶπεν τοὺς διὰ τὸ θεάσασθαι τὰ περὶ τὸν Λάζαρον πιστεύσαντας· ὡσπερεὶ δὲ ὀλιγωτέρους ἔφησεν εἶναι τοὺς μὴ τοιούτους, εἰπών· »Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον« καὶ τὰ ἑξῆς.
πρόσχες δὲ καὶ τοῖς λεχθησομένοις εἰ δύναται ἡμᾶς κινῆσαι πρὸς συγκατάθεσιν, ἐπεὶ μὴ εἴρηται μέν· πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων τῶν ἐλθόντων πρὸς τὴν Μαριὰμ καὶ θεασαμένων ἃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν· γέγραπται δέ· »Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων »οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν ἐπίστευσαν εἰς »αὐτόν«.
καὶ μάλιστα διὰ τὴν ἀναγωγὴν κινοῦμαι μήποτε πάντες οἱ θεασάμενοι, τουτέστιν θεωρήσαντες καὶ συνέντες ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν· οἱ μέντοι γε ἀπελθόντες πρὸς τοὺς Φαρισαίους καὶ εἰπόντες αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς ἐπεὶ μὴ μεμαρτύρηνται ὅτι ἐθεάσαντο, μήποτε τὸ ἐν ἐπαίνῳ λεγόμενον περὶ τῶν πιστευσάντων οὐκ ἔσχον, τὸ ›Ἐθεάσαντο‹.
ἐδύνατο γάρ, εἴπερ καὶ οὗτοι ἐθεάσαντο, γεγράφθαι ὅτι τινὲς ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ἃ ἐθεάσαντο πεποιηκότα τὸν Ἰησοῦν, ἢ ἃ ἐθεάσαντο καὶ ἐποίησεν ὁ Ἰησοῦς.
νυνὶ δὲ τὸ ›Ἐθεάσαντο‹ ἐπὶ τούτων μὲν οὐδαμῶς εἴρηται, ἐπὶ δὲ τῶν πιστευσάντων, οἵτινες καὶ ἐλθόντες ἦσαν πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς· δι’ οὓς, οἶμαι, καὶ εἶπε τὸ »Ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα »εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας«.
ἅμα δὲ καὶ περὶ τούτου πρόσχες εἰ δύνασαι τοὺς ἐλθόντας πρὸς τὴν Μαριὰμ καὶ θεασαμένους ἃ ἐποίησεν ὁ Ἰησοῦς καὶ πιστεύσαντας εἰς αὐτὸν μόνους
λέγειν, ἅτε καὶ πολλοὺς ὄντας, ὅτι οὗτοι ἦσαν ὁ περιεστὼς τὸν Ἰησοῦν ὄχλος, δι’ ὃν εἶπεν τὸ »Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς »μου· ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις«.εἰ γὰρ ταῦτα »διὰ »τὸν ὄχλον ⟨τὸν⟩ περιεστῶτα« εἶπεν, ἵνα πιστεύσωσιν ὅτι ὁ πατὴρ αὐτὸν ἀπέστειλεν, καὶ λέγων διὰ τοῦτο εἶπεν, ἵνα ὁ περιεστὼς ὄχλος πιστεύσῃ· οὐκ ἂν δὲ μὴ πιστεύσοντός τινος ἐξ αὐτῶν τῷ πατρὶ ἔλεγεν, ὡσεί τις τῶν τὰ μέλλον|τα ἀγνοούντων ἀνθρώπων, »ἀλλὰ »διὰ τὸν ὄχλον τὸν περιεστῶτα, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστει»ἀπέστειλας«· μήποτε οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν καὶ πιστεύσαντες εἰς αὐτόν, μόνοι ἦσαν ὁ περιεστὼς τὸν Ἰησοῦν ὄχλος· οἱ δὲ λοιποὶ οὔτε ἐθεάσαντο, ἃ ἐποίησεν, οὔτε περιειστήκεισαν αὐτόν.