Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(9) Καὶ τίνα γε οὐκ ἂν κινήσαι πρὸς τὸ πιστεῦσαι τῷ τοῦ Ἰησοῦ κηρύγματι καὶ ἀληθῶς, ὡσπερεὶ ἐκ νεκρότητος καὶ δυσωδίας, τῶν πάνυ ὑπὸ τῆς κακίας καταβεβαπτισμένων, ἀκροτάτῃ μεταβολῇ ἀποσεισαμένων τῇ προστάξει καὶ συνεργείᾳ τοῦ λόγου οὐ μόνον τὴν ἀπὸ τῆς ἁμαρτίας πολλὴν δυσωδίαν ἀλλὰ καὶ τοὺς κατέχοντας δεσμοὺς τὴν πορευτικὴν καὶ τὴν δραστικὴν τῆς ψυχῆς δύναμιν, ἔτι δὲ χωρὶς τούτων καὶ τὴν θεωρητικήν;

καταπλαγέντες γὰρ οἱ ἰδόντες τὸν Ἰησοῦν ἐν τοῖς τοιούτοις τοσοῦτον δεδυνημένον, οἱ αὐχοῦντες μὲν περὶ λόγον ἀσχολεῖσθαι θεοῦ, τὸ πλήρωμα δὲ τοῦ λόγου μηδέπω παραδεξάμενοι, καὶ πιστεύσαιεν ἂν μάλιστα ὅσοι ἐληλύθασιν ὡς ἐπὶ νεκρῷ καὶ πάντη ἀπεγνωσμένῳ καὶ αὐτοὶ ἀπογνόντες τὸν τοιοῦτον, παραμυθήσασθαι τὴν ἐπὶ τῇ ἐκπτώσει τοῦ ἀδελφοῦ ὀδυνωμένην· δι’ οὓς τάχα πλέον ἢ διὰ τὸν ταῦτα παθόντα ἐλθὼν ἐπὶ τὸ σπήλαιον τοῦ νεκροῦ »Ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ »σοι, ὅτι ἤκουσάς μου.

ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις«. ὅτι γὰρ διὰ τούτους μᾶλλον ἢ τὸν Λάζαρον ταύτην ἀνεφθέγξατο πρὸς τὸν πατέρα τὴν εὐχαριστίαν δῆλον ἐκ τοῦ »Ἀλλὰ διὰ τὸν ὄχλον τὸν »περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας«.

ἐπραγματεύσατο οὖν περὶ τοῦ Λαζάρου διὰ τὸν περιεστῶτα ὄχλον, ἵν’ οἱ πολλοὶ τῶν Ἰουδαίων ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν πιστεύσωσιν εἰς αὐτόν.