Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰ μὴ ἄρα θλιβόμενοι ἑτέρῳ ἀτόπῳ ἑαυτοὺς περιβάλλουσιν λέγοντες παρὰ μὲν τοῦ πατρὸς ἀκηκοέναι τοὺς ἀλλοτρίους, μὴ ἀκούειν δὲ τοὺς αὐτοὺς τούτους παρὰ τοῦ σωτῆρος. εἰ δ’ οἰκεῖοι τοῦ σωτῆρος ἦσαν καὶ τῆς μακαρίας φύσεως, πῶς ἐζήτουν αὐτὸν ἀποκτεῖναι; καὶ πῶς ὁ τοῦ σωτῆρος λόγος οὐκ ἐχώρει ἐν αὐτοῖς;

Δόξαιεν ἂν τὴν ἀπόκρισιν οὗτοι πεποιῆσθαι πολὺ ταπεινότερον ἐκδεξάμενοι περὶ τοῦ τίς αὐτῶν ἦν ὁ πατὴρ ἢ ὡς ὁ κύριος ἔλεγεν.

ὁ μὲν γὰρ Ἰησοῦς ἀναφέρων ἐπὶ τὸν θεὸν ἔφασκεν τὸ » Καὶ »ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε«· οἱ δὲ ταπεινότερον τὸν τοῦ ἔθνους παρομολογοῦσιν ἑαυτῶν πατέρα λέγοντες· »Ὁ »πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν«.

βοηθῶν δ’ ἄν τις αὐτοῖς ὡς καλῶς ἀποκριναμένοις φήσειε ὅτι ὡς μέτριοι καὶ μὴ διδόντες ἑαυτοῖς τὸ εἶναι υἱοῖς θεοῦ, τοῦ Ἰησοῦ λέγοντος· »Ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς »ποιεῖτε« καὶ ἀναφέροντος ἐπὶ τὸν θεόν, φασίν· »Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν«.

δῆλον δὲ ὅτι καὶ τοῦτο εὐθύνει ὁ σωτὴρ ὡς ψευδῶς εἰρημένον διὰ τοῦ »Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ »ποιεῖτε«.