Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ὥσπερ γὰρ ἐπὶ τοῦ σώματος διάφοροι αἰσθήσεις εἰσὶν γεῦσις καὶ ὅρασις, οὕτως κατὰ τὰς λεγομένας ὑπὸ τοῦ Σολομῶντος θείας αἰσθήσεις ἄλλη μέν τις ἂν εἴη 〈ἡ〉 ὁρατικὴ τῆς ψυχῆς δύναμις καὶ θεωρητική, ἄλλη δὲ ἡ γευστικὴ καὶ ἀντιληπτικὴ τῆς ποιότητος τῶν νοητῶν τροφῶν.
καὶ ἐπεὶ ὁ κύριος, καθ’ ὃ μὲν ἄρτος ἐστὶν ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς, γευστός ἐστιν, τρόφιμος ὢν τῇ ψυχῇ, καθ’ ὃ δὲ σοφία ἐστίν, ὁρατός ἐστιν, ἧς τοῦ κάλλους ἐραστὴς ὁμολογεῖ εἶναι ὁ λέγων· »Ἐραστὴς ἐγενόμην »τοῦ κάλλους αὐτῆς«, καὶ προστάσσει ἡμῖν τὸ »Ἐράσθητι αὐτῆς, καὶ »τηρήσει σε«, διὰ τοῦτο ἐν Ψαλμοῖς εἴρηται τὸ » Γεύσασθε καὶ ἴδετε »ὅτι χρηστὸς ὁ κύριος«.
ὥσπερ δὲ ὁ κύριος γευστὸς καὶ ὁρατός, οὕτως καὶ ὁ ἐχθρὸς αὐτοῦ θάνατος γευστός ἐστι καὶ ὁ|ρατός.
καὶ τὸ μὲν γευστὸν αὐτοῦ παρίστησιν τὸ » Εἰσίν τινες τῶν ὧδε ἑστώτων
»οἵτινες οὐ μὴ γεύσωνται θανάτου« καὶ τὰ ἑξῆς· τὸ δὲ ὁρατὸν τὸ »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν »αἰῶνα«.γεύεται δὲ θανάτου, καὶ οὐ γεύεται μόνον ἀλλὰ καὶ ἐμφορεῖται ὡς τροφῆς τοῦ θανάτου ὁ προφερόμενος τὰ ἐναντία τοῖς ῥήμασιν τῆς αἰωνίου ζωῆς.
καὶ ἐπαγγελία ἐστὶν μὴ γεύσεσθαι θανάτου τινὰ τῶν ἑστώτων ἐν τῷ δεικνυμένῳ ὑπὸ τοῦ Ἰησοῦ νοητῷ τόπῳ· παρατήρει γὰρ ὅτι οἱ τρεῖς τὸ » Εἰσί τινες τῶν ὧδε ἑστώτων« ἢ »Εἰσίν τινες τῶν ἑστηκότων ὧδε«, ἅμα εἰρήκασιν περὶ ὧν καὶ ἀνέγραψαν ὅτι »Οὐ γεύσονται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ »ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοὺ« ἢ »Ἐν τῇ δόξῃ αὐτοῦ« ἢ »Ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει«.