Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ τοῦτον, εἰ καί τις ἄλλος, καὶ οἱ προφῆται τετηρήκασιν καὶ ἐξ οὗ εἰλήφασιν τὸν λόγον θάνατον οὐκέτι ἐθεώρησαν.

ὁμοίως τοίνυν ψεῦδος τῷ· »Νῦν ἐγνώ|καμεν ὅτι δαιμόνιον ἔχεις« τὸ »Ἀβραὰμ »ἀπέθανεν καὶ οἱ προφῆται« εἰρημένον ὑπὸ τῶν Ἰουδαίων· οὔτε γὰρ ἔγνωσαν δαιμόνιον ἔχειν τὸν ἐπιτάσσοντα δαιμονίοις (οὐδεὶς γὰρ γινώσκει τὸ μὴ ὑπάρχον), οὔτε Ἀβραὰμ καὶ οἱ προφῆται ἐν θανάτῳ

ἔτι ἦσαν, ὅτε ἔλεγον οἱ Ἰουδαῖοι τὸ »Ἀβραὰμ ἀπέθανεν καὶ οἱ »προφῆται«.

Μετὰ ταῦτα ζητοῦμεν τί δήποτε, τοῦ σωτῆρος εἰρηκότος περὶ παντὸς τοῦ τηροῦντος αὐτοῦ τὸν λόγον ὅτι » Θάνατον οὐ θεωρήσει εἰς τὸν αἰῶνα«, οἱ Ἰουδαῖοι μετὰ τὰ προεξετασθέντα, δέον αὐτοὺς καταλλήλως τῷ »Θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα« εἰρηκέναι· » Καὶ σὺ λέγεις· Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον »οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα«· οἱ δὲ οὐ τοῦτο, ἀλλὰ τὸ μὴ εἰρημένον ὑπὸ τοῦ σωτῆρός φασιν· οὐ γὰρ εἶπεν· ›ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θανάτου οὐ μὴ γεύσηται εἰς τὸν αἰῶνα‹, ὅπερ οὗτοι προφέρονται ὡς ὑπὸ τοῦ κυρίου ἡμῶν εἰρημένον.