Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ὅτι δὲ ὁ κατακλυσμὸς ὑπὲρ τοῦ ἐξαφανισθῆναι τὸ σπέρμα τοῦ Κάϊν γεγένηται, παρίστησιν ἡ ἐπιγεγραμμένη τοῦ Σολομῶντος σοφία διὰ τούτων· »Ἀποστὰς δὲ »ἀπ’ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ« (δῆλον δ’ ὅτι τῆς σοφίας) »ἀδελφοκτόνοις συναπώλετο θυμοῖς δι’ ὃν κατακλυζομένην γῆν πάλιν »ἔσωσεν σοφία, δι’ εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα«.
τὸ
αὐτὸ δέ μοι δοκεῖ παριστάνειν καὶ ὁ Σοδόμων ἐξαφανισμὸς καὶ τῆς γῆς αὐτῶν, ὧν »ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε »χέρσος, καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά«.καὶ ἀγαθοῦ γε θεοῦ ἔργον ἦν Σοδόμων ἐξαφανίσαι τὴν γῆν καὶ πᾶν ὅπερ ὑπελείπετο νοτίδος ξη|ρᾶναι ἀπ’ αὐτῆς, ἵνα μηκέτι γίνηται ἄμπελος Σοδόμων, μηδὲ κληματὶς Γομόρρας, μηδὲ σταφυλὴ χολῆς, μηδὲ βότρυς πικρίας, μηδὲ οἶνος, θυμὸς δρακόντων καὶ θυμὸς ἀσπίδων ἀνίατος.
τὸ δ’ ὅμοιον ἐρεῖς καὶ περὶ τῶν Αἰγυπτίων, περὶ ὧν εἴρηται· »Ἀπέκτεινεν ἐν χαλάζῃ 〈τὴν〉 ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους »αὐτῶν ἐν τῇ πάχνῃ«· ἀγαθοῦ γὰρ θεοῦ ἀποκτείνειν ἀμπέλους Αἰγυπτίων καὶ συκαμίνους τῶν ἀσεβῶν.
ταῦτα προκείμενα τῇ ἐξετάσει τοῦ περὶ σπερμάτων λόγου Ἀβραὰμ ἤ τινος τῶν δικαίων ἡμῖν εἴρηται, ὑπὲρ τοῦ φανῆναι πῶς καὶ τίνα τρόπον εἴρηται τοῖς αὐτοῖς ὑπὸ τοῦ σωτῆρος τὸ »Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε« καὶ τὸ »Εἰ »τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«.