Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τάχα δὲ ἕτεροι ἦλθον, περὶ ὧν εἴποις ἄν· ›Πορευόμενοι ἐπορεύοντο καὶ ἐγέλων, αἴροντες τὰ σπέρματα ἑαυτῶν‹· οἷς ἀκολου θήσει τὸ ›Ἐρχόμενοι δὲ ἥξουσιν ἐν κλαυθμῷ, αἴροντες τὰ δράγματα ἑαυτῶν‹· περὶ ὧν εἴποις ἄν· »Ἐγεννήθησαν ὡσεὶ χόρτος δωμάτων, »ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα »αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. »καὶ οὐκ εἶπαν οἱ παράγοντες· Εὐλογία κυρίου ἐφ’ ὑμᾶς«.

καὶ ὅρα εἰ δύναται κατὰ τοῦτο βαθύτερον καὶ μυστικώτερον λέγεσθαι ὑπὸ τοῦ σωτῆρος ἡμῶν τὸ » Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται«· καὶ τὸ » Οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε«.

ὅσῳ μέντοι γε μεταγενεστέρων τίς ἐστιν δικαίων σπέρμα, τοσούτῳ πλείονας φέρει δικαιοσύνης λόγους, ὡς διὰ τοῦτο μὲν γεγράφθαι τὸ »Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ«, διὰ τοῦτο δέ πως εἶναι καὶ τὸ περὶ τοῦ Ἰωάννου εἰρημένον· » Μείζων »ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν«.

Ἐν τούτοις δὲ γενόμενος τοῖς τόποις πρόσχες εἰ μὴ λόγον ἔχει τὸ ἀφανίζεσθαί τινα τῶν σπερμάτων ὑπὸ θεοῦ, ἵνα μὴ πλείονα τὰ κακὰ ᾖ ἐπὶ τῆς γῆς, σπειρομένων τῶν μὴ ἐχόντων ἀφορμὰς ἀπὸ κρειττόνων πρὸς τὸ γεωργῆσαι τὰ ἀπὸ διαφερόντων σπερμάτων· διὰ τοῦτο γὰρ κατακλυσμὸς γίνεται, ἵνα ἐξαφανισθῇ τὸ τοῦ Κάϊν σπέρμα, οὐκ ἂν δυνηθέντων τῶν ἀπ’ αὐτοῦ γενομένων ἔχειν τί γεωργήσωσιν, εἰ μὴ τὰ ἀπὸ τοῦ Ἀδὰμ μόνα.

ὅτι δὲ ὁ κατακλυσμὸς ὑπὲρ τοῦ ἐξαφανισθῆναι τὸ σπέρμα τοῦ Κάϊν γεγένηται, παρίστησιν ἡ ἐπιγεγραμμένη τοῦ Σολομῶντος σοφία διὰ τούτων· »Ἀποστὰς δὲ »ἀπ’ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ« (δῆλον δ’ ὅτι τῆς σοφίας) »ἀδελφοκτόνοις συναπώλετο θυμοῖς δι’ ὃν κατακλυζομένην γῆν πάλιν »ἔσωσεν σοφία, δι’ εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα«.

τὸ

αὐτὸ δέ μοι δοκεῖ παριστάνειν καὶ ὁ Σοδόμων ἐξαφανισμὸς καὶ τῆς γῆς αὐτῶν, ὧν »ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε »χέρσος, καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά«.

καὶ ἀγαθοῦ γε θεοῦ ἔργον ἦν Σοδόμων ἐξαφανίσαι τὴν γῆν καὶ πᾶν ὅπερ ὑπελείπετο νοτίδος ξη|ρᾶναι ἀπ’ αὐτῆς, ἵνα μηκέτι γίνηται ἄμπελος Σοδόμων, μηδὲ κληματὶς Γομόρρας, μηδὲ σταφυλὴ χολῆς, μηδὲ βότρυς πικρίας, μηδὲ οἶνος, θυμὸς δρακόντων καὶ θυμὸς ἀσπίδων ἀνίατος.

τὸ δ’ ὅμοιον ἐρεῖς καὶ περὶ τῶν Αἰγυπτίων, περὶ ὧν εἴρηται· »Ἀπέκτεινεν ἐν χαλάζῃ 〈τὴν〉 ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους »αὐτῶν ἐν τῇ πάχνῃ«· ἀγαθοῦ γὰρ θεοῦ ἀποκτείνειν ἀμπέλους Αἰγυπτίων καὶ συκαμίνους τῶν ἀσεβῶν.

ταῦτα προκείμενα τῇ ἐξετάσει τοῦ περὶ σπερμάτων λόγου Ἀβραὰμ ἤ τινος τῶν δικαίων ἡμῖν εἴρηται, ὑπὲρ τοῦ φανῆναι πῶς καὶ τίνα τρόπον εἴρηται τοῖς αὐτοῖς ὑπὸ τοῦ σωτῆρος τὸ »Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε« καὶ τὸ »Εἰ »τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«.

περὶ μέντοι γε τέκνων Ἀβραὰμ τὰ ἔργα τοῦ Ἀβραὰμ ποιούντων, θεοῦ διδόντος, εὐκαιρότερον ἐροῦμεν, φθάσαντες ἐπὶ τὴν βάσανον ἐκείνης τῆς λέξεως.

V. Ἔξεστι τοίνυν σπέρμα τοῦ Ἀβραὰμ τυγχάνοντα γενέσθαι αὐτοῦ δι’ ἐπιμελείας καὶ τέκνον, δυνατὸν δὲ καὶ ἐξ ἀμελείας καὶ ἀγεωργησίας ἀπολέσαι καὶ τὸ εἶναι αὐτοῦ σπέρμα. οὗτοι μέντοι γε ἔτι ἐλπίδων ἦσαν πρὸς οὓς ὁ λόγος, εἰδότος τοῦ Ἰησοῦ ὅτι σπέρμα ἔτι ἦσαν τοῦ Ἀβραὰμ καὶ θεωροῦντος ὅτι οὐδέπω ἀπολωλέκεισαν τὸ δύνασθαι γενέσθαι τέκνα τοῦ Ἀβραάμ· ὡς γὰρ δυνατοῦ ὄντος τοῦ αὐτοὺς γενέσθαι τέκνα τοῦ Ἀβραὰμ πρὸς τῷ εἶναι αὐτοὺς σπέρμα, φησὶν αὐτοῖς· »Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ »Ἀβραὰμ ποιεῖτε«.