Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(31) Ὥσπερ ἐστίν τις ζωὴ ἀδιάφορος, ἡ μήτε ἀγαθὸν μήτε κακὸν τυγχάνουσα, καθ’ ἣν λέγομεν ζῆν καὶ τοὺς ἀσεβεῖς καὶ τὰ ἄλογα ζῷα· καὶ ἑτέρα διάφορος ἀλλὰ ἀγαθόν, περὶ ἧς φησιν ὁ Παῦλος· »Ἡ ζωὴ † ἡμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ«· καὶ αὐτὸς ὁ κύριος ἡμῶν περὶ ἑαυτοῦ· »Ἐγώ εἰμι ἡ ζωή«, οὕτως τὸν μὲν ἐναντίον τῇ ἀδιαφόρῳ ζωῇ θάνατον ἀδιάφορον ἐρεῖς· τὸν δὲ ἐχθρὸν τῷ εἰπόντι· »Ἐγώ εἰμι ἡ ζωή« πονηρόν τινα καὶ χαλε

πὸν θάνατον, ὃν ὁ ἀποθνήσκων ἐστὶν ἐν τῷ θανάτῳ· περὶ οὗ γέγραπται· » Εσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος«.

καὶ περὶ τούτου γε τοῦ θανάτου νομιστέον λέγειν τὸν ἀπόστολον ταῦτα· »Διὰ »τοῦτο ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον »εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας »ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον· ἄχρι γὰρ »νόμου ἡ ἁμαρτία ἦν ἐν κόσμῳ (ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ »ὄντος νόμου), ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως »καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως »Ἀδάμ«· καὶ μετ’ ὀλίγα· »Εἰ γὰρ ἐν ἑνὸς παραπτώματι ὁ θάνατος »ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς »χάριτος καὶ τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν »διὰ τοῦ ἑνὸς Χριστοῦ Ἰησοῦ«.

τίς γάρ ἐστιν ὁ διὰ τῆς ἁμαρτίας θάνατος εἰς τὸν κόσμον εἰσελθών, ἢ ὁ ἔσχατος ἐχθρὸς Χριστοῦ καταργηθησόμενος; καὶ τίς ὁ εἰς πάντας ἀνθρώπους θάνατος διελθών, τῷ πάντας ἡμαρτηκέναι, ἢ αὐτὸς | οὗτος ὃς καὶ ἐβασίλευσεν ἀπὸ Ἀδὰμ μέχρι Μωσέως;

Μωσῆς δέ, τουτέστιν ὁ νόμος, ἦν μέχρι τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐπιδημίας, καὶ ἐβασίλευσέν γε ἐν ἑνὸς παραπτώματι διὰ τοῦ ἑνός, ἕως οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δικαιοσύνης λαβόντες ἐν ζωῇ βασιλεύσωσι διὰ τοῦ ἑνὸς Χριστοῦ Ἰησοῦ.

τοῦτον οὖν τὸν θάνατον οὐ θεωρήσει εἰς τὸν αἰῶνα ὁ τὸν λόγον τοῦ μονογενοῦς καὶ πρωτοτόκου πάσης κτίσεως τηρήσας, πεφυκότα κωλύειν θεωρεῖσθαι τὸν θάνατον.

οὕτω δὲ ἀκουστέον τοῦ »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς »τὸν αἰῶνα«, ὡς εἰ χαρισάμενος ὁ ταῦτα λέγων φῶς τοῖς ἀκούουσιν ἔφασκεν αὐτοῖς· ἐάν τις τὸ ἐμὸν τοῦτο τηρήσῃ φῶς, σκότος οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.

ἀδύνατον γὰρ γενέσθαι σκότος τῷ τηροῦντι τὸ φῶς· εἰ μέντοι γε ἀπολέσαι τις τοῦτο τὸ φῶς, ἕπεται τῷ ἀπολωλεκότι εὐθέως ἰδεῖν τὸ σκότος. οὕτω τοίνυν καὶ ἐν τῷ λόγῳ ἐν ἀρχῇ πρὸς τὸν θεὸν γέγονεν ἡ ζωή.

διόπερ ἡ ἀρχή (τουτέστιν ἡ σοφία ἡ λέγουσα· »Ὁ θεὸς ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα »αὐτοῦ«) περὶ τοῦ ἐν αὐτῇ λόγου, ἐν ᾧ γέγονεν ἡ ζωή, διδάξει καὶ φήσει· »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ

»εἰς τὸν αἰῶνα«· ἅμα γὰρ τηρήσει τις τὸν λόγον καὶ τὴν ἀχώριστον αὐτοῦ γενομένην ἐν αὐτῷ ζωήν, ἥτις ἅμα καὶ φῶς ἐστιν τῶν ἀνθρώπων, τὸ ἐν τῇ σκοτίᾳ φαῖνον καὶ μὴ καταλαμβανόμενον ὑπ’ αὐτῆς.

ἐὰν οὖν οἱονεὶ πυνθανόμενος ὁ προφήτης λέγῃ· » Τίς ἐστιν ὁ ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον;« ἀποκρινούμεθα μαθόντες ἀπὸ τοῦ σωτῆρος ἡμῶν καὶ ἐροῦμεν ὅτι ὁ ἄνθρωπός ἐστιν »ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον«, ὃς τηρεῖ τὸν λόγον τοῦ εἰπόντος· »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς »τὸν αἰῶνα«.

Ἅμα δὲ ἐν τῷ τόπῳ ζητῶ μήποτε τὸ »Εἰς τὸν αἰῶνα« ἀπὸ κοινοῦ ληπτέον, ὥστ’ ἂν εἶναι τοιοῦτον τὸ ὅλον· ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ εἰς τὸν αἰῶνα, θάνατον οὐ μὴ θεωρήσῃ.

καὶ γὰρ ἔοικεν ἐπὶ τοσοῦτόν τις μὴ θεωρεῖν τὸν θάνατον, ὅσον τηρεῖ τὸν τοῦ Ἰησοῦ λόγον· ἅμα γάρ τις ἀπώλεσεν αὐτὸν καὶ θάνατον ἐθεώρησεν.

Εἰ δὲ καὶ ἀνατρέχειν τις δύναται ἐπὶ τοὺς βαθυτέρους λόγους καὶ νοεῖν πῶς ὑπὸ ἀνθρώπου λέγοιτ’ ἂν τὸ »Εἰς χοῦν θανάτου »κατήγαγές με«, καὶ ὑπὸ Παύλου· »Τίς με ῥύσεται ἐκ τοῦ σώματος »τοῦ θανάτου τούτου;« θεωρήσει τίνα τρόπον ὅσον μὲν ἐτηρεῖτο ὁ λόγος, θάνατος οὐκ ἐθεωρεῖτο τῷ τηροῦντι αὐτόν· ὅτε δέ τις καμὼν ἐν τῇ προσοχῇ καὶ τηρήσει τοῦ λόγου ἢ ἀπροσεκτήσας περὶ τὸ τηρεῖν οὐκέτι αὐτὸν τετήρηκεν, τότε τὸν θάνατον ἐθεώρησεν | οὐ παρ’ ἄλλον ἢ παρ’ ἑαυτόν.

καὶ νομιστέον γε τοῦτο δόγμα εἶναι καὶ νόμον αἰώνιον, ἀεὶ ἂν ἡμῖν λεχθησομένου παραλαβοῦσι τὸν λόγον τοῦ »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ ὄψεται εἰς »τὸν αἰῶνα«.

ὥσπερ δέ, ἵν’ οὕτως ὀνομάσω, ἐπιπλεῖον θεωρηθὲν τὸ σκότος ἀφανίζει τὰς ὄψεις τοῦ θεωρήσαντος, οὕτως θεωρηθεὶς ὁ θάνατος ὑπὸ τοῦ τὸν λόγον μὴ τηρήσαντος θανατοῖ καὶ νεκροῖ τὴν θεωρήσασαν αὐτὸν ὄψιν καὶ ἀποτυφλοῖ, ὡς διὰ τοῦτο δεηθῆναι τοῦ ἀνοίγοντος ὀφθαλμοὺς τυφλῶν.

καὶ οἶμαί γε διὰ τοῦτο οἱ τυφλοί, ὧν σύμβολον ἦσαν οἱ ἐν τῷ εὐαγγελίῳ τυφλοί, τὰς ὄψεις ἀπολωλέκασιν, ἐπείπερ τὸν λόγον μὴ τηρήσαντες τὸν θάνατον ἐθεώρησαν.