Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
τάχα δὲ καὶ ὁ σωτήρ, μιμητὴς ὢν τοῦ πατρός, ζητεῖ τὴν δόξαν τοῦ θεοῦ ἀπὸ τῶν μανθανόντων τὰ περὶ θεοῦ· καὶ εἰ μὴ εὕροι τὴν τοῦ πατρὸς δόξαν ἔν τισιν, κρίναι ἂν ἐκείνους, ὡς ἐξουσίαν λαβὼν κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.
Ὁ μέντοι γε Ἡρακλέων τὸ »Ἔστιν ὁ ζητῶν καὶ κρίνων« οὐκ ἀνα|φέρει ἐπὶ τὸν πατέρα, τοιαῦτα λέγων· ὁ ζητῶν καὶ κρίνων ἐστὶν ὁ ἐκδικῶν με, ὁ ὑπηρέτης ὁ εἰς τοῦτο τεταγμένος, ὁ μὴ εἰκῇ τὴν μάχαιραν φορῶν, ὁ ἔκδικος τοῦ βασιλέως· Μωσῆς δέ ἐστιν οὗτος, καθ’ ἃ προείρηκεν αὐτοῖς λέγων· » Εἰς ὃν ὑμεῖς ἠλπίσατε «.
εἶτ’ ἐπιφέρει ὅτι ὁ κρίνων καὶ κολάζων ἐστὶν Μωσῆς, τουτέστιν αὐτὸς ὁ νομοθέτης.