Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
εἰ γὰρ καθὼς ἀκούει ὁ σωτὴρ ἡμῶν ἀπὸ τοῦ πατρὸς οὕτως κρίνει, ζητῶν οὐ τὸ ἴδιον θέλημα ἀλλὰ τοῦ πέμψαντος αὐτὸν πατρός, καὶ διὰ τοῦτο δικαία ἐστὶν ἡ κρίσις αὐτοῦ, μήποτε κυριώτερον ἡ κρίσις ἣν κρίνει ὁ ἀκούων οὐκ ἔστιν τοῦ ἀκούοντος ἀλλὰ τοῦ λέγοντος ἀκούοντι.
κἂν λέγῃ δὲ ὅτι »Ἡ κρίσις »ἡ ἐμὴ δικαία ἐστίν«, ἄκουε ἐν τῷ αὐτῷ εὐαγγελίῳ λεγομένου τοῦ »Πάντα τὰ ἐμὰ σά ἐστιν«. εἰ γὰρ ἀληθὲς ὑπὸ τοῦ σωτῆρος εἰρημένον τὸ »Πάντα τὰ ἐμὰ σά ἐστι«, δῆλον ὅτι καὶ αὐτὴ ἡ κρίσις περὶ ἧς φησιν· »Ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν« τοῦ πατρός ἐστιν κρίσις.
εἰ δὲ τοῦ πατρός ἐστιν κρίσις, δύναται λελύσθαι τὸ ἐπηπορημένον περὶ 〈τοῦ〉 »Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ »κρίνων«.
ἔχει δέ τινα καὶ ἀτυφίας ἔμφασιν πρεπούσης τῷ σωτῆρι τὸ λεγόμενον ἐν τῷ »Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου«· οὐδὲ γὰρ πάνυ ἔπρεπεν αὐτὸν τὴν ἑαυτοῦ δόξαν ἀπαιτεῖν καὶ ἐπὶ τούτῳ κρίνειν τοὺς μὴ ἀποδεδωκότας αὐτήν, ἀλλ’ ἐχρῆν τὸν πατέρα δόξαν
δεδωκότα τῷ υἱῷ ἀπαιτεῖν αὐτὴν ἀπὸ τῶν ἀποστερούντων καὶ κρίνειν αὐτοὺς ἐπὶ ταύτῃ.τάχα δὲ καὶ ὁ σωτήρ, μιμητὴς ὢν τοῦ πατρός, ζητεῖ τὴν δόξαν τοῦ θεοῦ ἀπὸ τῶν μανθανόντων τὰ περὶ θεοῦ· καὶ εἰ μὴ εὕροι τὴν τοῦ πατρὸς δόξαν ἔν τισιν, κρίναι ἂν ἐκείνους, ὡς ἐξουσίαν λαβὼν κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.
Ὁ μέντοι γε Ἡρακλέων τὸ »Ἔστιν ὁ ζητῶν καὶ κρίνων« οὐκ ἀνα|φέρει ἐπὶ τὸν πατέρα, τοιαῦτα λέγων· ὁ ζητῶν καὶ κρίνων ἐστὶν ὁ ἐκδικῶν με, ὁ ὑπηρέτης ὁ εἰς τοῦτο τεταγμένος, ὁ μὴ εἰκῇ τὴν μάχαιραν φορῶν, ὁ ἔκδικος τοῦ βασιλέως· Μωσῆς δέ ἐστιν οὗτος, καθ’ ἃ προείρηκεν αὐτοῖς λέγων· » Εἰς ὃν ὑμεῖς ἠλπίσατε «.
εἶτ’ ἐπιφέρει ὅτι ὁ κρίνων καὶ κολάζων ἐστὶν Μωσῆς, τουτέστιν αὐτὸς ὁ νομοθέτης.
καὶ μετὰ τοῦτο πρὸς ἑαυτὸν ἐπαπορεῖ ὁ Ἡρακλέων λέγων· πῶς οὖν οὐ λέγει τὴν κρίσιν πᾶσαν παραδεδόσθαι αὐτῷ;
καὶ νομίζων λύειν τὴν ἀνθυποφορὰν ταῦτά φησιν· καλῶς λέγει· ὁ γὰρ κριτὴς ὡς ὑπηρέτης τὸ θέλημα τούτου ποιῶν κρίνει, ὥσπερ καὶ ἐπὶ τῶν ἀνθρώπων φαίνεται γινόμενον.
πῶς δὲ ἄλλῳ τινὶ ἀνατίθησι τὴν κρίσιν ὡς ὑποδεεστέρῳ τοῦ σωτῆρος, καθ’ ὃ νομίζει, τῷ δημιουργῷ, οὐδ’ οὕτω ἀποδεῖξαι δύναται, σαφῶς γεγραμμένου τοῦ »Οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν »δέδωκεν τῷ υἱῷ«· καὶ τοῦ »Ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν »ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν«.
(31) Ὥσπερ ἐστίν τις ζωὴ ἀδιάφορος, ἡ μήτε ἀγαθὸν μήτε κακὸν τυγχάνουσα, καθ’ ἣν λέγομεν ζῆν καὶ τοὺς ἀσεβεῖς καὶ τὰ ἄλογα ζῷα· καὶ ἑτέρα διάφορος ἀλλὰ ἀγαθόν, περὶ ἧς φησιν ὁ Παῦλος· »Ἡ ζωὴ † ἡμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ«· καὶ αὐτὸς ὁ κύριος ἡμῶν περὶ ἑαυτοῦ· »Ἐγώ εἰμι ἡ ζωή«, οὕτως τὸν μὲν ἐναντίον τῇ ἀδιαφόρῳ ζωῇ θάνατον ἀδιάφορον ἐρεῖς· τὸν δὲ ἐχθρὸν τῷ εἰπόντι· »Ἐγώ εἰμι ἡ ζωή« πονηρόν τινα καὶ χαλε
πὸν θάνατον, ὃν ὁ ἀποθνήσκων ἐστὶν ἐν τῷ θανάτῳ· περὶ οὗ γέγραπται· » Εσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος«.