Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Δῆλον οὖν πῶς τοῦ σωτῆρός ἐστιν φωνὴ τὸ »Τιμῶ »τὸν πατέρα«, ἥντινα, ὅση δύναμις, φιλοτιμητέον συμμαρτυρούσης ἡμῖν τῆς συνειδήσεως ἐν πνεύματι ἁγίῳ εἰπεῖν, ἀποδιδοῦσι »τῷ τὴν »τιμὴν τὴν τιμήν«, καὶ μὴ ἑτέρῳ ἀπονέμουσιν αὐτήν.

καὶ καλῶς γε ὁ ἐλθόντος τοῦ πληρώματος τοῦ χρόνου ἀπεσταλμένος ὑπὸ τοῦ θεοῦ γενέσθαι ἐκ γυναικὸς καὶ γενέσθαι ὑπὸ τὸν νόμον, ὡς ὑπὸ τὸν λέγοντα νόμον τυγχάνων τὸ »Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἵνα »εὖ σοι γένηται«, οὐδένα ἄλλον ἔχων πατέρα ἢ τὸν ἐν τοῖς οὐρανοῖς θεόν φησιν· »Ἀλλὰ τιμῶ | τὸν πατέρα μου«.

ἐροῦμεν δὲ καὶ ἡμεῖς ταύτην τὴν φωνήν, νοήσαντες τὸ τῆς παλιγγενεσίας λουτρὸν καὶ λουσάμενοι κατ’ αὐτὸ ἐπὶ τῷ γενέσθαι υἱοὶ θεοῦ καὶ μηκέτι καλοῦντες πατέρα ἐπὶ τῆς γῆς τῷ υἱοὶ γεγονέναι τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς καὶ ἀδελφοὶ τοῦ εἰπόντος· »Πορεύομαι πρὸς τὸν πατέρα

»μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν«.

δῆλον οὖν ὅτι κυριώτατα καὶ τελειότατα εἰπόντος τοῦ Ἰησοῦ· »Ἐγὼ δαιμόνιον »οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου« οἱ μιμηταὶ αὐτοῦ, ἕκαστος κατὰ δύναμιν, πάντα ἰσχύσας ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ Ἰησοῦ, καὶ αὐτὸς ἐρεῖ τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν »πατέρα μου«. τίς δὲ νεκροῖς συνὼν καὶ ἐν τάφοις οἰκῶν δυνηθείη ἂν εἰπεῖν τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«;

ἢ τίς ἄλλο τι παρὰ τὸν θεὸν καὶ τὸν λόγον αὐτοῦ καὶ τὰ ὑπὸ τοῦ λόγου προστασσόμενα τιμῶν, ἑτέρῳ τὴν τιμὴν διδούς, δέον »τῷ τὴν τιμὴν« ἀποδιδόναι αὐτήν, εἴποι ἂν ὡς Ἰησοῦ μαθητής· »Ἀλλὰ τιμῶ τὸν πατέρα μου«;

ἑξῆς ἐστιν τούτοις τὸ »Καὶ ὑμεῖς ἀτιμάζετέ με« εἰρημένον πρὸς τοὺς ἀτιμάσαντας αὐτὸν καὶ εἰπόντας αὐτῷ τὸ »Οὐ καλῶς λέγομεν ἡμεῖς »ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;« οἰηθέντας τὸ κακῶς εἰρημένον καλῶς λελαληκέναι· κακῶς γὰρ νοοῦντες Σαμαρείτην καὶ δαιμόνιον ἔχοντα τὸν σωτῆρα ἀπεφήναντο.

νομιστέον δὲ τὸ » Καὶ »ὑμεῖς ἀτιμάζετέ με« οὐχὶ καὶ ἐκείνοις μόνοις εἰρῆσθαι τότε ἀλλὰ καὶ τοῖς ἀεὶ ἀτιμάζουσι, δι’ ὧν πράττουσι παρὰ τὸν ὀρθὸν λόγον τὸν τοῦ θεοῦ, καὶ ἀτιμάζουσιν δι’ ὧν ἀδικοῦσιν τὸν χριστόν, ὅς ἐστιν δικαιοσύνη, καὶ ἀτιμάζουσιν δι’ ὧν κατὰ ἀδυναμίαν καὶ ἀσθένειαν ἐπιτελοῦσιν τὴν τοῦ θεοῦ δύναμιν, ἥτις ἐστὶν ὁ σωτήρ· » Χριστὸς γὰρ θεοῦ δύναμις«.

καὶ παντὶ δὲ τῷ ἐξουδενοῦντι σοφίαν λεχθείη ἂν τὸ »Ὑμεῖς ἀτιμάζετέ με«, ἐπείπερ Χριστὸς καὶ σοφία ἐστίν.

ἀλλὰ καὶ εἰ δέον τὸ ἐξ αὐτοῦ τινα μετὰ πάντων ἀνθρώπων εἰρηνεύειν, ὥστ’ ἂν εἰπεῖν τὸ προφητικὸν ἐκεῖνο· » Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός«, καὶ δέον ἀναλαβεῖν τὴν ὑπερέχουσαν θεοῦ πάντα νοῦν εἰρήνην, φρουροῦσαν τὴν καρδίαν καὶ τὰ νοήματα τοῦ ἀνειληφότος αὐτήν.

εἰ δὲ πολεμικός τις εἴη καὶ δάκνων καὶ καταιτιώμενος καὶ κατεσθίων τὸν πλησίον καὶ πεπληρωμένος τῆς ἐν τῷ ἡγεμονικῷ ἑαυτοῦ στάσεως τῶν παθῶν, καὶ τούτῳ ἂν λεχθείη τὸ »Ὑμεῖς ἀτιμάζετέ με«. Χριστὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.

ἔτι δὲ ἐπείπερ »Πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ »φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς«, φῶς δέ ἐστιν ὁ εἰπών· »Ἐγώ »εἰμι τὸ φῶς τοῦ κόσμου«, δῆλον ὅτι 〈ὁ〉 φαῦλα πράσσων, ἀτιμάζων

τὸ φῶς ἀτιμάζει Χριστόν, καὶ αὐτὸς | ἀκουσόμενος τὸ » Καὶ ὑμεῖς »ἀτιμάζετέ με«.

καὶ τί με δεῖ ἐπὶ πλέον μηκύνειν τὸν λόγον, ἀναπτύσσοντα καὶ δεικνύντα τίνες εἰσὶν οἱ ἐλεγχόμενοι ὑπὸ τοῦ Ἰησοῦ καὶ ἀκούοντες ὑπ’ αὐτοῦ τὸ »Ὑμεῖς ἀτιμάζετέ με«, σαφῶν ὄντων ἐκ τῶν ἀποδεδομένων καὶ τῶν δυναμένων τούτοις ἀκολούθως αὐτοῖς συνάπτεσθαι;