Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ τρίτος δέ τις τὴν ἑρμηνείαν τοῦ Σαμαρείτου ἐκλαβών,

σημαίνοντος ›τὸν φύλακα‹, φήσει ὅτι εἰ καὶ κατ’ ἄλλο ἔλεγον Σαμαρείτην αὐτὸν οἱ Ἰουδαῖοι, αὐτὸς τὸ σημαινόμενον ἀπὸ τοῦ ὀνό ματος ἐκλαβὼν οὐκ ἠρνήσατο αὐτό, εἰδὼς ὅτι φύλαξ ἐστὶν τῶν ἀνθρωπίνων ψυχῶν καὶ περὶ οὗ εἴρηται ⟨τὸ⟩ »Ἰδοὺ οὐ νυστάξει οὐδὲ »ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ«· καὶ τὸ »Φυλάσσων τὰ νήπια »ὁ κύριος«.

›σωμὴρ‹ μέντοι γε Ἑβραῖοι λέγουσι τὸν ›φύλακα‹, οὕτω δὲ καὶ τοὺς Σαμαρεῖς πρῶτον ὠνομάσθαι παραδιδόασι διὰ τὸ ὑπὸ ⟨τοῦ⟩ τῶν Ἀσσυρίων βασιλέως φύλακας αὐτοὺς πεπέμφθαι τῆς γῆς τοῦ Ἰσραὴλ μετὰ τὴν αἰχμαλωσίαν, τοῦ ἑτέρου παρὰ τὸν Ἰούδαν Ἰσραὴλ διὰ τὰς πολλὰς ἁμαρτίας αἰχμαλωτευθέντος εἰς τοὺς Ἀσσυρίους.

(29) Εἰ τὸ πεφυτευμένον ξύλον »παρὰ τὰς διεξόδους »τῶν ὑδάτων« τοιοῦτόν ἐστιν, ὡς τὸν καρπὸν αὐτοῦ διδόναι »ἐν »καιρῷ αὐτοὺ« καὶ μηδὲ φύλλον αὐτοῦ ἀπορρεῖν ἀλλὰ πάντα ὅσα ἂν ποιῇ κατευοδοῦσθαι, τί νομιστέον περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ἢ ὅτι αὐτὸς ὢν τὸ ξύλον τῆς ζωῆς κατὰ τὸ εἶναι σοφία καὶ τὴν σοφίαν εἶναι »ξύλον ζωῆς πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς«, καὶ καρποφορεῖ καὶ τὰ ἕτερα παρὰ τοὺς καρποὺς φύλλα τοιαῦτα ἔχει ὡς μηδὲ ἓν αὐτῶν ἀπορρεῖν;

διὰ τοῦτο οὐδένα τοῦ Ἰησοῦ λόγον, | καὶ ταῦτα ἀναγραφῆς ἀξιωθέντα ὑπὸ τῶν ἁγίων μαθητῶν αὐτοῦ, ὡς ἔτυχεν ἐκδεκτέον· ἀλλὰ πᾶσαν βάσανον καὶ τοῖς νομιζομένοις εἶναι σαφέσιν προσακτέον, οὐκ ἀπογινώσκοντα ὅτι καὶ περὶ τὸν ἀνυπονόητον καὶ ἁπλοῦν εἶναι νομισθέντα λόγον αὐτοῦ εὑρεθήσεται τοῖς ὀρθῶς ζητοῦσιν ἄξιόν τι τοῦ ἱεροῦ στόματος ἐκείνου.

εἰ δέ που μὴ εὑρίσκομεν, ἡμᾶς καὶ οὐ τὸν λόγον τοῦ Ἰησοῦ αἰτιατέον ὡς οὐ πνέοντα τῶν ἐκ πληρώματος μεστῶν ἀληθείας καὶ σοφίας δογμάτων.

Ταῦτα δέ μοι εἴρηται βουλομένῳ ἐξετάσαι τὸ »Ἐγὼ δαιμόνιον »οὐκ ἔχω«, δι’ οὗ διδασκόμεθα πάντες οἱ τῷ εὐαγγελίῳ ἐντυγχάνοντες πρᾶγμα ὃ οὐχὶ ᾔδειμεν καὶ πρὶν ἐντυχεῖν τῷ εὐαγγελίῳ. τί δὲ τοῦτό ἐστιν ἤδη κατανοητέον.

ἀρέσκει κατὰ τὰς γραφὰς τοὺς ἁμαρτάνον

τας τὰ πολλὰ ποιεῖν παρὰ τὸν λόγον οὐ δι’ ἄλλο ἢ τῷ δεκτικοὺς αὐτοὺς γεγονέναι ἐνεργείας πονηροῦ πνεύματος ἢ θελήματος ἀκαθάρτου δαιμονίου.

οὐκ ὤκνησαν οὖν καὶ τὰ νομισθέντα ἂν ἐλάχιστα εἶναι τῶν ἁμαρτημάτων δαιμονίοις προσάψαι οἱ φήσαντες τὴν ὀξυχολίαν δαιμόνιον εἶναι, ὁμοίως δὲ καὶ τὴν καταλαλιάν.

εἰκὸς δὲ καὶ ἄλλα μυρία δαιμονίων φαντασιούντων ἡμᾶς καὶ ἐνεργούντων κατὰ τὸ ἐκείνων θέλημα ποιεῖν· καὶ ἔστιν ἐν ἀνθρώποις ὥσπερ οὐδεὶς »καθαρὸς ἀπὸ ῥύπου«, καὶ οὐδεὶς »δίκαιος ἐπὶ τῆς γῆς ὃς »ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται«, οὕτω καὶ οὐδεὶς ἀεὶ ἀπὸ δαιμονίων καθαρεύσας καὶ μηδέποτε γενόμενος τῆς ἀπὸ τούτων ἐνεργείας ἀνεπίδεκτος.

διόπερ ἀλληγοροῦντες τὰς ἐν τῷ εὐαγγελίῳ θεραπείας, ἐν αἷς εἰσιν καὶ τῶν δαιμονίων ἀπελάσεις, ἐροῦμεν πάντων ἀεὶ ἀπελαύνεσθαι τοὺς δαίμονας ὑπὸ Ἰησοῦ τῶν παρὰ τὸ τεθεραπεῦσθαι ὑπὸ τοῦ λόγου μηκέτι παραδεχομένων τὰς τῶν δαιμόνων ἐνεργείας.

μόνου τοίνυν νομίζω εἶναι Ἰησοῦ φωνήν, τοῦ μόνου ἀπεκδυσαμένου τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ δειγματίσαντος ἐν παρρησίᾳ καὶ θριαμβεύσαντος ἐν ξύλῳ, τρόπαιον κατὰ πάσης ἀντικειμένης δυνάμεως τὸν σταυρὸν στήσαντος, ὥσπερ τὸ »Ἔρχεται »ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν«, οὕτως καὶ τὸ ›ἐγὼ δαιμόνιον οὔτε ἔσχον οὔτε ἔχω οὔτε ἕξω‹.