Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
τάχα οὖν οὕτως πλειόνων ὄντων τῶν ῥημάτων τοῦ θεοῦ, οὐ μόνον τῶν ἀναγεγραμμένων ἀλλὰ καὶ τῶν ἀρρήτων, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, καὶ τούτων περὶ ὧν φησὶν ὁ Ἰωάννης· »Οὐδ’ »αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία«· πᾶς μὲν οἱωντινωνοῦν ῥημάτων ἀκούων τοῦ θεοῦ ἤδη ἐστὶν ἐκ τοῦ θεοῦ· ὅσῳ δὲ πλειόνων ἀκούει ῥημάτων τοῦ θεοῦ, τοσαυταπλειόνως γενήσεται ἐκ τοῦ θεοῦ· ὡς, εἰ δεῖ οὕτως ὀνομάσαι, πάντων ἀκούσας τις τῶν ῥημάτων τοῦ θεοῦ, ἐάν γε τοῦτο φθάνῃ ἐπί τινα τῶν λαμβανόντων τὸ τῆς υἱοθεσίας πνεῦμα, τελείως καὶ ἀνυπερβλήτως γίνεται υἱὸς θεοῦ, καὶ πάντη καὶ ἐξ ὅλων καὶ ὅλος ἐκ τοῦ θεοῦ.
εὐγνωμονέστερον δὲ ἀκουστέον τοῦ ›ἐξ ὅλων καὶ ὅλος‹, ἀνάλογον ὅλοις τοῖς δόγμασι καὶ πάσῃ τῇ γνώσει καὶ πᾶσι τοῖς μυστηρίοις, ὥστ’ ἂν εἰπεῖν ὅλον καὶ ἐξ ὅλων γεγονέναι ἐκ τοῦ θεοῦ τὸν εἰδότα πάντα τὰ μυστήρια καὶ πᾶσαν τὴν γνῶσιν, καὶ μετὰ τούτων τὰ τῆς τελείας ἀγάπης κατορθωκότα.
ὅρα δὲ εἰ δυνατὸν ἀκολούθως τῷ »’Ἐκ μέρους »γινώσκομεν καὶ ἐκ μέρους προφητεύομενς εἰπεῖν ἂν τὸν τοιοῦτον· ›καὶ ἐκ μέρους ἐσμὲν υἱοὶ τοῦ θεοῦ‹ καὶ πάλιν· »ὅταν ἔλθῃ τὸ τέλειον, »καὶ τὸ ἐκ μέρους καταργηθῇ«, [καὶ] τὸ τέλειον τοῦ γενέσθαι υἱὸς
θεοῦ ἐλεύσεται, καταργοῦν τὸ ἐκ μέρους γεγονέναι υἱόν τινα τοῦ θεοῦ·μὴ ἀζήτητον δὲ ἐάσθω καὶ τὸ περὶ τοῦ πότερόν ποτε δυνατὸν ἐκ μέρους μὲν εἶναι υἱὸν τῆς διαφερούσης μερίδος τῆς περὶ τὰ θεῖα, ἐκ μέρους δὲ τῆς ἐναντίας, ἢ τοῦτο ἀμήχανον οὕτως ἔχειν· ᾧ συνεξετάσεις πῶς λέγονται υἱοὶ πολλοὶ ἑνὸς πατρός, πότερον διὰ τοὺς προγόνους καὶ τοὺς ἐξ ἐκείνων, ἢ κατὰ ταύτην τὴν ὑπόνοιαν.
λαβόντες οὖν ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, πάντα πράττωμεν ἵνα γενώμεθα ἐκ τοῦ θεοῦ καὶ τὰ ῥήματα αὐτοῦ ἀκούσωμεν, καὶ προκόπτωμεν κἂν τῷ εἶναι ἐκ τοῦ θεοῦ, ἵνα προκόπτωμεν καὶ ἐν τῷ ἀκούειν ῥημάτων τοῦ θεοῦ, πλείονα ἐκ τούτων ἀεὶ τρανοῦντες, ἕως πάντα χωρήσωμεν τὰ ῥήματα τοῦ θεοῦ, ἢ ὅσα γε ἐνδέχεται χωρῆσαι καὶ νῦν καὶ μετὰ ταῦτα τοὺς ἀξιουμένους τοῦ τῆς υἱοθεσίας πνεύματος.
ὁσάκις δὲ ῥημάτων λεγομένων τοῦ θεοῦ οὐκ ἀκούομεν, τοῦτ’ ἔστιν οὐ συνίεμεν αὐτῶν, τοσαυτάκις νομιστέον ἐλέγχεσθαι ὡς οὐκ ὄντας ἐκ τοῦ θεοῦ. διὰ τοῦτο γὰρ οὐκ ἀκούει ὁ μὴ ἀκούων ῥημάτων θεοῦ, ἐπείπερ ἐκ τοῦ θεοῦ οὐκ ἔστιν, καὶ ἐκ τοῦ θεοῦ οὐκ ἔστιν παρ’ ἑαυτόν· καίτοι γε ἔσθ’ ὅτε λαβὼν ἤδη ἐξουσίαν τέκνον θεοῦ γενέσθαι, καὶ δυνάμενος ἐκ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς καὶ προσεύχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων γενέσθαι υἱὸς τοῦ ἐν οὐρανοῖς πατρός.
(28) Εἰκὸς ὅτι ταῦτα πολλάκις κατὰ τὸ σιωπώμενον πρὸς ἀλλήλους ἔλεγον περὶ τοῦ σωτῆρός τινες, Σαμαρείτην μὲν αὐτὸν ὀνομάζοντες ὡς παραχαράσσοντα ⟨τὰ⟩ Ἰουδαϊκὰ παραπλησίως τοῖς Σαμαρείταις· »Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις«, ἐν πολλοῖς διαφωνοῦντες δόγμασιν παρ’ ἐκείνους.
ἄξιον δὲ ἔστιν ζητῆσαι πῶς Σαμαρειτῶν τὸν μέλλοντα αἰῶνα ἀρνουμένων καὶ μηδὲ τὴν τῆς ψυχῆς ἐπιδιαμονὴν προσιεμένων, τὸν σωτῆρα ⟨Σαμαρείτην⟩ ἐτόλμησαν εἰπεῖν, περὶ ἀναστάσεως καὶ κρίσεως πλεῖστα ὅσα διδάξαντα.
ἀλλὰ μήποτε ὡς λοιδοροῦντες αὐτὸν τοῦτο λέγουσιν καὶ οὐ πάντως τὰ αὐτὰ ἐκείνοις δογματίζοντα. εἰκὸς δὲ ὅτι τινὲς καὶ ᾤοντο αὐτὸν μὴ ἀπὸ διαθέσεως τὰ περὶ μέλλοντος αἰῶνος καὶ τὰ περὶ κρίσεως καὶ ἀναστάσεως διδάσκειν, διακείμενον μὲν Σαμαρειτικῶς, ὡς μηδενὸς μετὰ τὸν βίον ἀποκειμένου τοῖς ἀνθρώποις, προσποιήσεως δὲ ἕνεκεν κατὰ τὸ ἔνδοξον καὶ ἀρέσκον τοῖς Ἰουδαίοις τὰ περὶ ἀναστάσεως
καὶ τῆς αἰωνίου ζωῆς προφερόμενον·καὶ δαιμόνιον δὲ ἔχειν ἔλεγον αὐτὸν διὰ τοὺς ὑπὲρ ἄνθρωπον αὐτοῦ λόγους, δι’ ὧν πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, καὶ ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι, καὶ αὐτὸς εἶναι ὁ τῆς ζωῆς ἄρτος πολλῷ κρείττων τοῦ μάννα, ὡς τὸν φαγόντα τοῦτον τὸν ἄρτον ζήσεσθαι εἰς τὸν αἰῶνα, καὶ ἄλλα μυρία ὧν πεπλήρωται τὰ εὐαγγέλια.
δύναται δὲ καὶ διὰ τὴν περὶ τὸν Βεελζεβοὺλ ὑπόνοιαν αὐτῶν εἰρῆσθαι· »Σὺ δαιμόνιον ἔχεις«, ἐπείπερ τινὲς »ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων« ἐνόμιζον αὐτὸν »ἐκβάλλειν τὰ δαιμονία«, οἱονεὶ ἔχοντα ἐν ἑαυτῷ τὸν Βεελζεβούλ.
οἱ μὲν οὖν ἐχθροὶ εἴσονταί τι λέγοντες αὐτὸν δαιμόνιον ἔχειν· ἡμεῖς δὲ αὐτῷ πειθόμεθα φάσκοντι· »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«· οὐδὲ γὰρ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι ἢ ταῦτα τὰ σημεῖα ποιεῖν ἃ καὶ ἀναγέγραπται, ὧν καὶ ἴχνη καὶ λείμματα ἐν ταῖς ἐκκλησίαις ὀνόματι Ἰησοῦ μέχρι νῦν γίνεται.