Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τότε ἐστὶ καὶ ἐκ τοῦ θεοῦ, καὶ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει, συνιεὶς αὐτῶν καὶ ἐπιστήμην αὐτῶν ἀναλαμβάνων· ὅπερ ἴδιον οὐ δούλων ἀλλὰ τέκνων ἐστὶν θεοῦ, τῶν πᾶσαν μὲν καταργησάντων * * γένεσιν, τὴν δὲ ἀπὸ θεοῦ ἀνειληφότων διὰ »τοῦ τῆς υἱοθεσίας πνεύματος«.

ἅμα δὲ ἐπιμελέστερον κατανοητέον πῶς δεῖ δέχεσθαι τὸ »Τὰ ῥήματα »τοῦ θεοῦ ἀκούει«, ᾧ ὅμοιόν ἐστιν καὶ τὸ »Τὰ ἐμὰ πρόβατα τῆς »ἐμῆς φωνῆς ἀκούουσι«.

εἰ γὰρ ἐπὶ ψιλῆς συγκαταθέσεως τὸ ἀκούειν λάβοιμεν, καὶ οἱ ψυχικοὶ πρὸς χρόνον πιστεύοντες ἔσονται ἐκ τοῦ θεοῦ, μεμαρτυρημένοι ὑπὸ τοῦ λόγου ὅτι πρὸς καιρόν τινες πιστεύουσιν.

εἰ δὲ καὶ τὸ »Ἀκούει« ἐκλάβοιμεν ἐπὶ τοῦ τηρεῖν τὰς ἐντολάς, δῆλον ὅτι κἂν ἐν ἑνὶ ἁμαρτάνων οὐκ ἔσται υἱὸς θεοῦ· ὅπερ ἡμᾶς μὲν οὐ θλίψει τοὺς λέγοντας ἐκ μεταβολῆς γίνεσθαί τινα υἱὸν θεοῦ, ἐκείνους δέ, μὴ πάνυ δεῖξαι δυναμένους ἀναμαρτήτους ἑαυτοὺς καὶ τοὺς ἐν τοῖς αὐτοῖς μαθήμασι.

εἰ δὲ τὸ »Ἀκούει« λαμβάνοιμεν ἐπὶ τοῦ συνιέναι καὶ νοεῖν, δεικνύτωσάν τινα πάντων ἀκούοντα οὕτως τῶν τῆς καινῆς διαθήκης λόγων, ἵνα ἐκεῖνον εἴπωμεν υἱὸν θεοῦ, εἰ μὴ ἐπιδέχοιτο ἀνατροπὴν εἰς τὰ ἅγια γράμματα ἡ ἐκδοχὴ αὐτοῦ· ἡμεῖς γὰρ καὶ κατὰ ταῦτα μέγαν τινὰ καὶ θαυμαστὸν εἶναι φανταζόμενοι τὸν ἤδη υἱὸν θεοῦ, οὐκ ἐλεγχθησόμεθα ἀναξίως τῶν ἐκ τοῦ θεοῦ ἐξειληφότες τὸ »Ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ »ῥήματα τοῦ θεοῦ ἀκούει«.

Ἤδη δὲ καὶ ἐκ τῶν ἐναντίων παράδοξον ἄν τι φανὲν ἀποδειχθῆναι δυνατὸν ἔσται. τί δὲ τὸ παράδοξον ἢ τὸ εἶναί τινα ἑτέρου υἱοῦ θεοῦ μᾶλλον υἱὸν θεοῦ, καὶ διπλασιόνως ἕτερον ἑτέρου

εἶναι υἱὸν θεοῦ;

πῶς δὲ τοῦτο ἀπὸ τοῦ ἐναντίου δείκνυται οὕτω παραστήσομεν· ἐν τῷ κατὰ Ματθαῖον ὁ πρὸς τοὺς γραμματεῖς καὶ Φαρισαίους δεύτερος ταλανισμὸς οὕτως ἔχει· »Οὐαὶ ὑμῖν, γραμματεῖς »καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν »ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν »γεέννης διπλότερον ὑμῶν«.

οὐκοῦν κατὰ τοῦτο οὔτε φύσει υἱοὶ γεέννης εἰσίν τινες, οὔτε ἐπ’ ἴσης οἱ τῆς γεέννης υἱοὶ υἱοί εἰσιν αὐτῆς, εἴγε ἕτερος ἑτέρου διπλότερος υἱός ἐστιν αὐτῆς.