Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(27) Δοκοῦσιν οἱ τὴν περὶ διαφόρων φύσεων εἰσάγοντες μυθοποιΐαν καὶ λέγοντες εἶναι φύσει καὶ ἐκ πρώτης κατασκευῆς υἱοὺς θεοῦ, μόνον διὰ τὸ πρὸς θεὸν συγγενὲς δεκτικοὺς τῶν τοῦ θεοῦ ῥημάτων, καὶ ἐντεῦθεν ἀποδεικνύναι τὸ προκείμενον αὐτοῖς.

συναρπάζουσίν γέ τοι καὶ ἀπὸ τούτου τοῦ ῥητοῦ, προσδιατρίβοντες αὐτῷ, τοὺς ἀκρίτους καὶ μὴ δυναμένους πρὸς τὴν πιθανότητα τῆς χρήσεως τοῦ ῥητοῦ ἀπαντᾶν, μηδὲ βλέποντας αὐτοῦ τὴν λύσιν οὕτως ἔχουσαν· εἴπερ ὅσοι ἔλαβον »τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον »ἐρχόμενον εἰς τὸν κόσμον«, οὐ τῷ εἶναι [καὶ] ἐκ τοῦ θεοῦ εἰλήφασιν αὐτό (εἰ γὰρ τῷ εἶναι ἐκ τοῦ θεοῦ εἰλήφεισαν αὐτό, οὐκ ἂν περὶ αὐτῶν ἀναγέγραπτο· »Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα »θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ«), δῆλον ὅτι οἱ μὴ ὄντες ἐκ τοῦ θεοῦ, πρὶν μὲν λαβεῖν τὸ 〈φῶς τὸ〉 ἀληθινόν, οὐδὲ ἐξουσίαν πως ἔχουσιν τοῦ τέκνα θεοῦ γενέσθαι· ἐπὰν δὲ λάβωσιν αὐτό, τέκνα μὲν οὐδέπω γίνονται θεοῦ, ἀλλ’ ἐξουσίαν λαμβάνουσιν διὰ τοῦ εἰληφέναι τὸ φῶς γενέσθαι τέκνα θεοῦ. τότε γενόμενοι ἐκ τοῦ θεοῦ καὶ τὰ ῥήματα ἀκούουσιν αὐτοῦ, οὐκέτι ἁπλούστερον πιστεύοντες μόνον ἀλλ’ ἤδη καὶ διορατικώτερον κατανοοῦντες τὰ τῆς θεοσεβείας πράγματα.

οἱ 〈δὲ〉 μὴ τοιοῦτοι φιλοτιμησάμενοι εἶναι τέκνα μὲν οὐ γίνονται θεοῦ, οὐδὲ ἐκ τοῦ θεοῦ, καὶ διὰ τοῦτο οὐκ ἀκούουσιν τὰ ῥήματα αὐτοῦ οὐδὲ συνιᾶσιν τοῦ βουλήματος αὐτῶν· μένουσιν δὲ ἐν τῇ πρὸ τῶν τέκνων τοῦ θεοῦ καταστάσει τῶν πεπιστευκότων μόνον, δοῦλοι θεοῦ τῷ εἰληφέναι τὸ τῆς δουλείας εἰς φόβον πνεῦμα καὶ μὴ ἐσπουδακέναι προβῆναι καὶ προκόψαι ὥστε καὶ τὸ τῆς υἱοθεσίας χωρῆσαι, ἐν ᾧ κράζουσιν οἱ ἔχοντες αὐτό· »Ἀββᾶ, ὁ πατήρ«.

ὅτι γὰρ καθόλου οὐδεὶς ἀνθρώπων ἀρχῆθεν υἱός ἐστιν θεοῦ, δῆλον μὲν καὶ ἐκ τοῦ »Ἤμεθα τέκνα φύσει ὀργῆς« [ὑπὸ] Παύλου καὶ περὶ ἑαυτοῦ τοῦτο εἰρηκότος· σαφὲς δὲ καὶ ἐκ τοῦ »Ἐγὼ δὲ λέγω ὑμῖν· »Ἀγαπήσατε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων

»ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς«.