Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἀλλ’ εὖ οἶδ’ ὅτι οὐδείς. κατὰ τὸ δυνατὸν δὲ ἀνθρωπίνῃ φύσει διὰ τὸ » Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ« παντὶ τρόπῳ φιλοτιμητέον τοιαύτην ἀναλαβεῖν καθαροῦ συνειδότος παρρησίαν πρὸς πάντας ἀνθρώπους, ὥστ’ ἂν εἰπεῖν ἡμᾶς περὶ τῶν ἑξῆς καὶ μετὰ | τὴν ἀρχὴν τῆς πίστεως χρόνων πρὸς ἕκαστον τῶν ἡμᾶς γινωσκόντων τὸ » Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;« εἰ καὶ μὴ δυνατὸν τοῦτο ἐξ οὗ τὸν λόγον συμπεπληρώκαμεν εἰπεῖν.

Τοῦτο δὲ οὐ πρὸς ἀνθρώπους μόνον ἂν εἶπεν ὁ σωτὴρ ἀλλὰ καὶ πρὸς τὸν διάβολον καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις, μηδὲν ἐχούσας εἰπεῖν εἰς ἔλεγχον τὸν περὶ ἁμαρτίας αὐτοῦ.

καὶ τοῦτό γε ἀκόλουθόν ἐστιν τῷ »Ἕρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν«.

δυνατὸν δὲ καὶ ἡμῖν ἐκ πολλῆς ἐπιμελείας τὴν ἀπό τινος ἀναλαβεῖν χρόνου παρρησίαν πρὸς τὸ εἰπεῖν ἡμᾶς τῷ ζητοῦντι καθ’ ἡμῶν ἀφορμὴν διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ παρὰ τὸν τῆς ἐξόδου καιρόν· » Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;«