Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἔχει δὲ καὶ κατὰ τὸ ῥητὸν παρρησίαν τοῦ σωτῆρος ἡ λέξις, μηδενὸς μὲν ἀνθρώπου δυνηθέντος εἰπεῖν μετὰ πεποιθήσεως τῆς ἐπὶ τῷ μὴ ἡμαρτηκέναι τὸ » Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;« μόνου δὲ τοῦ κυρίου ἡμῶν, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, πεπειρασμένος »κατὰ πάντα »καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας«, ταῦτα πρὸς πάντας τοὺς πώποτε ἐγνωκότας αὐτὸν εἰπεῖν δυναμένου.
ἀκούω δὲ τοῦ » Τίς ἐξ ὑμῶν« λεγομένου οὐ πρὸς τοὺς παρόντας μόνον ἀλλὰ καὶ πρὸς ὅλον τὸ τῶν ἀνθρώπων γένος, ὡς εἰ οὕτως ἐσαφηνίζετο· τίς ἐκ τοῦ γένους ὑμῶν; ἤ τίς ὁποιοσδήποτε ἄνθρωπος ἐλέγξαι μὲ δυνήσεται περὶ ἁμαρτίας;
ἀλλ’ εὖ οἶδ’ ὅτι οὐδείς. κατὰ τὸ δυνατὸν δὲ ἀνθρωπίνῃ φύσει διὰ τὸ » Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ« παντὶ τρόπῳ φιλοτιμητέον τοιαύτην ἀναλαβεῖν καθαροῦ συνειδότος παρρησίαν πρὸς πάντας ἀνθρώπους, ὥστ’ ἂν εἰπεῖν ἡμᾶς περὶ τῶν ἑξῆς καὶ μετὰ | τὴν ἀρχὴν τῆς πίστεως χρόνων πρὸς ἕκαστον τῶν ἡμᾶς γινωσκόντων τὸ » Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;« εἰ καὶ μὴ δυνατὸν τοῦτο ἐξ οὗ τὸν λόγον συμπεπληρώκαμεν εἰπεῖν.
Τοῦτο δὲ οὐ πρὸς ἀνθρώπους μόνον ἂν εἶπεν ὁ σωτὴρ ἀλλὰ καὶ πρὸς τὸν διάβολον καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις, μηδὲν ἐχούσας εἰπεῖν εἰς ἔλεγχον τὸν περὶ ἁμαρτίας αὐτοῦ.
καὶ τοῦτό γε ἀκόλουθόν ἐστιν τῷ »Ἕρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν«.
δυνατὸν δὲ καὶ ἡμῖν ἐκ πολλῆς ἐπιμελείας τὴν ἀπό τινος ἀναλαβεῖν χρόνου παρρησίαν πρὸς τὸ εἰπεῖν ἡμᾶς τῷ ζητοῦντι καθ’ ἡμῶν ἀφορμὴν διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ παρὰ τὸν τῆς ἐξόδου καιρόν· » Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;«
(26) Ἄξιον ἰδεῖν τί ὑποφαίνεται ἐκ τοῦ πύσματος. τοῦτο δὲ ὀψόμεθα εἰ καὶ ἐκεῖνοι πρὸς οὓς ὁ λόγος οὐκ ἀπεκρίναντο τὴν δέουσαν ἀπόκρισιν ἐξενεγκόντες.
εἴποι γὰρ ἄν τις· διὰ τοῦτο οὐ πιστεύομεν, ἐπεὶ οὐ θεωροῦμεν τίνα τρόπον ὃ λέγει ἐστὶν ἀλήθεια· οὐ θεωροῦμεν δὲ τῷ μηδέπω κεκαθάρθαι ἡμῶν τὰς τῇ φύσει διορατικὰς τῆς ἀληθείας ὄψεις· καὶ ἐπεὶ τοιοῦτοί ἐσμεν, οὔκ ἐσμεν ἐκ τοῦ θεοῦ· εἰ οὐδέπω ἐσμὲν ἐκ τοῦ θεοῦ, ἀλλὰ καὶ αἱ τῆς ἀληθείας ὄψεις θεωρητικαὶ οὐκ εἰσὶν κεκαθαρμέναι, τῷ ἐπικεκαλύφθαι ἢ πεπαχύνθαι ἢ τεθολῶσθαι αὐτὰς ὑπὸ τῆς κακίας.