Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἀλλ’ εἰκὸς αὐτοὺς ἐρεῖν ὅτι ὥσπερ ἐνδέχεται ἀπὸ τῆς αὐτῆς σφραγῖδος ὁμοίως τυπωθῆναι τὴν ἀνόμοιον οὐσίαν χρυσοῦ καὶ ἀργύρου καὶ κασσιτέρου καὶ μολίβου καὶ κηροῦ, οὕτω δυνατὸν ἀπὸ τῶν αὐτῶν φαντασιῶν τοὺς παραπλησίους ἐγγενέσθαι τύπους τοῖς ἐν διαφόροις οὐσίαις τυγχάνουσιν καὶ φαντασιουμένοις· τὸ δ’ ὅμοιον καὶ ἐπὶ διανοίας καὶ νοήσεως καὶ μνημονεύσεως φήσουσιν.
ἀλλ’ ὅρα μήποτε κἂν πάνυ πιθανὸς εἶναι ὁ λόγος οὗτος δοκῇ, συναρπάζειν μᾶλλον καὶ σοφίζεσθαι δύναται ἀνομοίως παραβεβλημένος ἤπερ πείθειν τὸν ἀκριβῶς τῷ παραδείγματι ἐπιστήσαντα· ἐπὶ μὲν γὰρ τῆς εἰκόνος ἔχω δεῖξαι, ἤτοι ἐν χρυσῷ ὁ τύπος ἢ ἐν ἀργύρῳ, ᾖ μὲν ὁ τύπος παραπλήσιος δείκνυται, τὴν ἰδιότητα τοῦ ἐν χρυσῷ γεγονέναι παρὰ τὸ ἐν ἀργύρῳ τετυπῶσθαι ἢ ταῖς λοιπαῖς ὕλαις.
οὕτω τοίνυν ἡμῖν παραστησάτωσαν ἰδίωμα τοῦ δεξαμένου τύπον κρείττονα ἢ ἐλάττονα ἢ ὑποδεέστερον, καὶ πειραθήτωσαν κἂν περιλαλῆσαι τὴν τῶν δεξαμένων τὴν ἀνάμαξιν
τῶν τύπων παραπλησίως διάφορον οὐσίαν· μὴ γὰρ παριστάντες ἀποφανοῦνται μέν, οὐκ ἀποδείξουσιν δέ.Τοσαῦτα καὶ πρὸς τὸν Ἡρακλέωνος λόγον εἰπόντος· τὸ »Ἐκ τοῦ πατρὸς τοῦ διαβόλου« ἀντὶ τοῦ ›ἐκ τῆς οὐσίας τοῦ πατρός‹ εἰρήσθω. πάλιν εἰς τὸ » Τὰς »ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν« διαστέλλεται λέγων τὸν διάβολον μὴ ἔχειν θέλημα ἀλλ’ ἐπιθυμίας.
καὶ ἐμφαίνεται αὐτόθεν τὸ ἀδιανόητον τοῦ λόγου· ἐθέλειν γὰρ τὰ πονηρὰ πᾶς ἄν τις ὁμολογήσαι ἐκεῖνον. συνάξεις δὲ καὶ αὐτός, εἰ καὶ ἐπὶ τοῦ παρόντος ἐν προχείρῳ οὐκ ἔχομεν παραθέσθαι, εἰ που ἐν τῇ γραφῇ τὸ θέλειν ἐπὶ τοῦ διαβόλου τέτακται.
μετὰ ταῦτά φησιν ὁ Ἡρακλέων ὡς ἄρα ταῦτα εἴρηται οὐ πρὸς τοὺς φύσει τοῦ διαβόλου υἱούς, τοὺς χοϊκούς, ἀλλὰ πρὸς τοὺς ψυχικούς, θέσει υἱοὺς διαβόλου γινομένους· ἀφ’ ὧν τῇ φύσει δύνανταί τινες καὶ θέσει υἱοὶ θεοῦ χρηματίσαι.
καί φησί γε ὅτι παρὰ τὸ ἠγαπηκέναι τὰς ἐπιθυμίας τοῦ διαβόλου καὶ ποιεῖν τέκνα οὗτοι τοῦ διαβόλου γίνονται, οὐ φύσει τοιοῦτοι ὄντες.
καὶ διαστέλλεται ὡς ἄρα τριχῶς δεῖ ἀκούειν τῆς κατὰ τέκνα ὀνομασίας, πρῶτον φύσει, δεύτερον γνώμῃ, τρίτον ἀξίᾳ· καὶ φύσει μέν, φησίν, ἐστὶν τὸ γεννηθὲν ὑπό τινος γεννητοῦ, ὃ καὶ κυρίως τέκνον καλεῖται· γνώμῃ δέ, ὅτε τὸ θέλημά τις ποιῶν τινος διὰ τὴν ἑαυτοῦ γνώμην τέκνον ἐκείνου οὗ ποιεῖ τὸ θέλημα καλεῖται· ἀξίᾳ δέ, καθ’ ὃ λέγονταί τινες γεέννης τέκνα καὶ σκότους καὶ ἀνομίας, καὶ ὄφεων καὶ ἐχιδνῶν γεννήματα.
οὐ γὰρ γεννᾷ, φησί, ταῦτά τινα τῇ ἑαυτῶν φύσει· φθοροποιὰ γὰρ καὶ ἀναλίσκοντα τοὺς ἐμβληθέντας εἰς αὐτά· ἀλλ’ ἐπεὶ ἔπραξαν τὰ ἐκείνων ἔργα, τέκνα αὐτῶν εἴρηται. τοιαύτην δὲ διαστολὴν δεδωκὼς οὐδὲ κἂν ἐπὶ ποσὸν ἀπὸ τῶν γραφῶν παρεμυθήσατο τὴν ἰδίαν διήγησιν.
εἴποιμεν δ’ ἂν πρὸς αὐτὸν ὅτι εἰ μὴ φύσει, ἀλλὰ ἀξίᾳ γεέννης τέκνα ὀνομάζεται καὶ σκότους καὶ ἀνομίας (φθοροποιὰ γὰρ ταῦτα καὶ ἀναλίσκοντα μᾶλλον ἤπερ συνιστάντα), πῶς ὁ Παῦλός φησί που τὸ »Ἤμέθᾳ † φύσει τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποί«; ἢ λεγέτωσαν
ἡμῖν ὡς οὐκ ἔστιν ἀναλωτικὸν καὶ μάλιστα κατ’ αὐτὸν φθοροποιὸν ἡ ὀργή, ἧς τέκνα ἥμεθα.πάλιν φησὶν ὅτι τέκνα τοῦ διαβόλου νῦν λέγει τούτους, οὐχ ὅτι γεννᾷ τινας ὁ διάβολος, ἀλλ’ ὅτι τὰ ἔργα τοῦ διαβόλου ποιοῦντες ὡμοιώθ|ησαν αὐτῷ.
πόσῳ δὲ βέλτιον περὶ πάντων τῶν τοῦ διαβόλου τέκνων τοῦτο ἀποφαίνεσθαι, ὡς ὁμοιουμένων αὐτῷ τῷ ποιεῖν τὰ ἔργα αὐτοῦ καὶ οὐ διὰ τὴν οὐσίαν καὶ τὴν κατασκευὴν τὴν χωρὶς ἔργων τέκνων διαβόλου χρηματιζόντων;