Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἅμα δὲ ἐπιστήσεις διὰ τὸ τινὰς μὲν τῶν πεπιστευκέναι νομιζομένων λέγεσθαι δούλους τοῦ θεοῦ, ἑτέρους δὲ χρηματίζειν αὐτοῦ υἱούς, μήποτε οὐχ ἡ τυχοῦσα ἐντολή, ἀλλά τινα κατ’ ἐξαίρετον κατορθούμενα ποιοῦσιν γενέσθαι υἱὸν θεοῦ τὸν κατορθώσαντα.

πολλῶν γοῦν ἐν τῷ κατὰ Ματθαῖον εἰρημένων παρατήρει 〈ὅτι〉 τὸ »Ὅπως γένησθε υἱοὶ »τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς«, ἐπιφέρεται τῷ »Ἐγὼ δὲ »λέγω ὑμῖν· Ἀγαπήσατε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ »τῶν διωκόντων ὑμᾶς«.

καὶ γὰρ ἐμφαίνεται ἡ πρὸς θεὸν ὁμοιότης καὶ μίμησις αὐτοῦ ἀγαπῶντος τὰ ὄντα πάντα καὶ μηδὲν βδελυσσομένου ὧν ἐποίησεν καὶ φειδομένου πάντων (ἐπείπερ αὐτοῦ τοῦ φιλοψύχου δεσπότου ἐστὶν τὰ πάντα) ἐν τῷ ἀγαπῶντι τοὺς ἐχθροὺς ἑαυτοῦ καὶ προσευχομένῳ ὑπὲρ τῶν διωκόντων αὐτόν.

πῶς δ’ ἂν ἁρμοστὸν ἦν ἐπιφερόμενον τὸ »Ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν »οὐρανοῖς« τῷ »Ἐρρέθη· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ »βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ

»καρδίᾳ αὐτοῦ«, καὶ τοῖς περὶ τῆς ἀπωλείας ἑνὸς τῶν μελῶν ὑπὲρ τοῦ μὴ ὅλον εἰς γέενναν ἀπελθεῖν τὸ σῶμα;

ἀλλὰ καὶ εἰ * * ἐπεφέρετο τῷ »Ἐρρέθη τοῖς ἀρχαίοις· Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ »κυρίῳ τοὺς ὅρκους σου· ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως«· 〈τὸ〉 »Ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς« πολλὴν ἂν αὐτόθεν ἐνεποίησεν προσκοπήν.