Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰ μὲν γὰρ αὐτοῦ πατήρ ἐστιν, οὐχ ὕστερον γίνεται αὐτοῦ υἱός· εἰ δὲ γίνεται αὐτοῦ υἱός, οὐκ ἦν αὐτοῦ πατήρ.

ἅμα δὲ ἐπιστήσεις διὰ τὸ τινὰς μὲν τῶν πεπιστευκέναι νομιζομένων λέγεσθαι δούλους τοῦ θεοῦ, ἑτέρους δὲ χρηματίζειν αὐτοῦ υἱούς, μήποτε οὐχ ἡ τυχοῦσα ἐντολή, ἀλλά τινα κατ’ ἐξαίρετον κατορθούμενα ποιοῦσιν γενέσθαι υἱὸν θεοῦ τὸν κατορθώσαντα.

πολλῶν γοῦν ἐν τῷ κατὰ Ματθαῖον εἰρημένων παρατήρει 〈ὅτι〉 τὸ »Ὅπως γένησθε υἱοὶ »τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς«, ἐπιφέρεται τῷ »Ἐγὼ δὲ »λέγω ὑμῖν· Ἀγαπήσατε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ »τῶν διωκόντων ὑμᾶς«.