Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἀλλὰ καὶ πρὸ τῶν χρόνων τῆς πίστεως Παύλου ἀληθοῦς ὄντος τοῦ » Εἰ ὁ θεὸς »πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ« ὑγιῶς ἦν προσλαβεῖν οἱονεὶ λέγοντα τὸν Ἰησοῦν· ›ἀλλὰ μὴν ἐμὲ οὐκ ἀγαπᾷς, οὐκ ἄρα ὁ θεὸς πατήρ σού ἐστιν, ὦ Παῦλε‹.

πότε δὲ ὁ θεὸς πατὴρ γίνεταί τινος ἢ ὅταν

τηρήσῃ τις τὰς ἐντολάς, δι’ ἃς οὐ πρότερον ὤν τις υἱὸς τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς γίνεται αὐτοῦ υἱός, ὅτε καὶ ὁ πατὴρ εἰς ἀναγέννησιν ἄγων τοῦτον, ὃς υἱὸς αὐτοῦ γίνεται, χρηματίζει τοιούτου πατήρ.

ἔστιν δὲ προσαχθῆναι εἰς ταῦτα ἀπὸ τῶν οὕτως ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ γεγραμμένων· »Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις »τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.