Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ ἐν τοῖς τελευταίοις δὲ λέγεται τῆς ἐπιστολῆς· »Ὅτι πᾶς ὁ »γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει, ἀλλὰ ὁ γεγεννημένος ἐκ »τοῦ θεοῦ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ«.

εἰ δὲ ὁ γεννηθεὶς »ἐκ τοῦ θεοῦ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται »αὐτοῦ«, ὁ μὴ τηρῶν ἑαυτόν, ἵν’ ὁ πονηρὸς αὐτοῦ μὴ ἅπτηται, οὐ γεγέννηται ἐκ τοῦ θεοῦ, καὶ πᾶς οὗ ἅπτεται ὁ πονηρός, οὗτος οὐ γεγέννηται ἐκ τοῦ θεοῦ· ἅπτεται δὲ ὁ πονηρὸς τῶν μὴ τηρούντων ἑαυτούς.

ἐπεὶ δὲ τοῖς περὶ τοῦ Ἀβραὰμ οὐδενὸς γενομένου μεταξὺ διαλείμματος ἐπιφέρεται τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς »ὑμῶν«, ζητοῦμεν μήποτε διὰ τὴν τῷ Ἀβραὰμ πρώτην δεδομένην ἐντολὴν τοῦτο ἀναγέγραπται.

ὁ πρῶτος δὲ χρηματισμὸς πρὸς αὐτὸν οὕτως ἔχει· »Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ »ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἄπελθε εἰς τὴν γῆν ἥν σοι »δείξω«.

ἐξῆλθεν οὖν Ἀβραὰμ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ, ὅπερ οὐ πεποιήκασιν οἱ ἐλεγχόμενοι ἐπὶ τῷ μὴ ὑγιῶς εἰρηκέναι· »Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν«.