Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Ὅσον ἐπὶ τῷ ῥητῷ τούτῳ οὐκ ἔστι σαφὲς τίνα θέλει εἰπεῖν πατέρα τῶν πεπιστευκότων αὐτῷ Ἰουδαίων καὶ μηδέπω ἐγνωκότων τὴν ἀλήθειαν· πρὸς αὐτοὺς γὰρ ταῦτα πάντα φησί.
καὶ εἰ μὴ
ἐπεφέρετο μετ’ ὀλίγα τὸ »Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ »τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν«, κἂν σαφῶς οὐκ ἐγνώκειμεν τὸ βούλημα τοῦ | εἰρημένου.οὐ θαυμαστὸν δὲ εἰ τοῖς πεπιστευκόσιν αὐτῷ Ἰουδαίοις, μηδέπω μείνασιν αὐτοῦ ἐν τῷ λόγῳ, ἵνα ἀληθῶς αὐτοῦ γένωνται μαθηταὶ καὶ γνῶσιν τὴν ἀλήθειαν ἐπὶ τῷ ἐλευθερωθῆναι ὑπ’ αὐτῆς, ἔλεγεν τὸ »Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ »πατρὸς ὑμῶν« καί, ὡς ἐν τοῖς ἑξῆς ἐπιφέρεται, τὸ »Ὑμεῖς ἐκ τοῦ »πατρὸς τοῦ διαβόλου ἐστέ«.
κἂν γὰρ ἀπηνὲς εἶναι δοκῇ τὸ τοιοῦτο λεγόμενον περὶ πεπιστευκότων μὲν αὐτῷ καὶ μαθητευθέντων πως, οὐ μὴν ἤδη ἀληθῶς χρηματισάντων μαθητῶν τοῦ Ἰησοῦ, ὅμως κατανοητέον καὶ τὸ ἐν τῇ καθολικῇ ἐπιστολῇ ὑπὸ Ἰωάννου εἰρημένον περὶ υἱῶν θεοῦ καὶ υἱῶν διαβόλου· »Ὁ ποιῶν, γάρ φησι, τὴν »ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ’ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.
»εἰς τοῦτο ἐνεφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ »διαβόλου. πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι »σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ »τοῦ θεοῦ γεγέννηται.