Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ ἐκ τῶν ἐναντίων δὲ ἕκαστος τῶν ἁμαρτανόντων γενικῶς μὲν τέκνον ἐστὶν τοῦ διαβόλου, ἐπεὶ πᾶς »ὁ »ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγένηται« ἤδη δὲ καὶ ἰδικώτερον ἤτοι τοῦ Κάϊν, ἢ τοῦ Χάμ, ἢ τοῦ Χαναὰν, ἢ τοῦ Θαραώ, ἢ τοῦ Ναβουχοδονόσορ, ἤ τινος τῶν ἀσεβῶν.

τούτοις δὲ ἀκολούθως ἐρεῖς ὅτι ἕκαστος ἀπαλλαττόμενος τοῦ βίου τούτου ἀπελεύσεται πρὸς τοὺς ἰδίους πατέρας· νομιστέον γὰρ οὐ μόνῳ τῷ Ἀβραάμ, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις λέγεσθαι πρὸς τῇ ἐξόδῳ τὸ »Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς »πατέρας σου«· οὐκέτι δὲ πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνοις τοῖς ἁγίοις

τὸ » Μετὰ εἰρήνης«· τοῖς δὲ τετελειωμένοις καὶ πνευματικῶς μακροημέροις γενομένοις καὶ τὸ »Τραφεὶς ἐν γήρᾳ καλῷ«, ἐπείπερ »Πολιά »ἐστιν φρόνησις ἀνθρώποις« καὶ »Στέφανος καυχήσεως γῆρας« καὶ δόξα τοῖς ἀληθινοῖς καὶ θείοις πρεσβυτέροις αἱ κοσμοῦσαι αὐτοὺς νοηταὶ πολιαί.

Οἱ ζητοῦντες ἀποκτεῖναι, ἐπεὶ θεὸς οὐκ ἀποκτίννυται, κἂν ἀποκτιννύωσιν, ἄνθρωπον ἀποκτιννύουσιν. κἂν ζητῶσιν ἀποκτεῖναι, μήπω ἀποκτιννύντες, οὐχὶ θεὸν νομίζοντες εἶναι, ᾧ ἐπιβουλεύουσιν, ὡς ἀνθρώπῳ ἐπιβουλεύουσιν· οὐδεὶς γὰρ πειθόμενος εἶναι θεὸν τοῦτον ᾧ ἐπιβουλεύει, ἐπιβουλεύσαι ἂν αὐτῷ ἔτι.

ἔστι δέ πως ἀεὶ θεωρῆσαι τοὺς τῷ λόγῳ τοῦ θεοῦ ἐπιβουλεύοντας, ὅτι ἀποκτεῖναι ζητοῦσιν καὶ ἐξαφανίσαι αὐτόν, ἄνθρωπον αὐτόν, τουτέστιν ἀνθρώπινον καὶ θνητόν, εἶναι ὑπολαμβάνοντες, ἢ καὶ τῷ ἀνθρωπινωτέρῳ αὐτοῦ καὶ βλεπομένῳ ἐπιτίθενται· ἵνα δὲ καὶ ἀποκτείνωσιν τὸ σῶμα τοῦ λόγου, σαφὲς ὅτι μετὰ ταῦτα οὐδὲν δύνανται ποιῆσαι περισσότερον.

διόπερ οὐ φοβητέον ἡμῖν ἀπὸ τῶν ἀποκτιννύντων τὸ σῶμα, μετὰ δὲ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι, οὐδὲ φοβητέον ἀπὸ τῶν ἀπο|κτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν τοῦ λόγου ἀποκτεῖναι μὴ δυναμένων.