Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἀνέβλεψεν οὖν εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους ὁ Ἰησοῦς, καὶ ἰδὼν τὴν πενιχρὰν χήραν λεπτὰ βάλλουσαν δύο τάχα τῷ γνωστικῷ τόπῳ ἢ τῷ πρακτικῷ, ἁπλούστερον περὶ τῶν θείων φρονοῦσαν, καὶ ἀνάλογον τούτοις

βιοῦσαν, εἶπεν· »Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτῳχὴ αὕτη πλεῖον »πάντων ἔβαλεν«.

καὶ τοῦτο εἶπεν καθορῶν τίνα τρόπον πολλαπλασίονα δυνάμενοι φέρειν εἰς τὸ κοινὸν οἱ ὅσον ἐπὶ τῇ δυνάμει πλούσιοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ θεοῦ ἐλάχιστον μόριον, ὧν οἷοί τε ἦσαν συνεισφέρειν.

κατανόει δὲ καὶ τὰ τῆς χήρας ὑστερήματα καὶ ὅτι βιασαμένη ἑαυτὴν πάντα ὃν εἶχεν βίον ἤνεγκεν εἰς τὸ ἐν τῷ ἱερῷ γαζοφυλάκιον, προσφέρουσα πᾶσαν τὴν δύναμιν ἑαυτῆς τῷ θεῷ.

Ἀεὶ τοίνυν ὁ Ἰησοῦς, κατὰ μὲν τὸν Λουκᾶν, ἀναβλέπων εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον πλουσίους τὰ δῶρα αὐτῶν, ὁρᾷ καὶ τὴν πενιχρὰν χήραν βάλλουσαν λεπτὰ δύο· κατὰ δὲ τὸν Μάρκον, ἑστὼς κατέναντι τοῦ γαζοφυλακίου θεωρεῖ τίνα τρόπον πᾶς ὁ λαὸς βάλλει κατὰ δύναμιν τὸν νοητὸν χαλκὸν εἰς τὸ γαζοφυ λάκιον, καὶ ὡς μόνος δυνάμενος βλέπειν τοὺς πλουσίους εἶδεν εἴ πο|τε πτωχὴ ψυχὴ καὶ ὑστερουμένη βάλλει ὅλῃ δυνάμει 〈καὶ〉 διὰ τοῦτο δικαιουμένη παρὰ τοὺς πολλοὺς πλουσίους.

ἄπερ οὐ τοῖς τυχοῦσιν λέγει ἀλλ’, ὥς φησιν ὁ Μάρκος, τοῖς μαθηταῖς αὐτοῦ· καὶ νῦν γὰρ προσκαλούμενος τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς διδάσκων βλέπειν οὐχ ὡς ὄψεται ἄνθρωπος ἀλλ’ ὡς ὄψεται ὁ θεός (»Ἄνθρωπος γὰρ » ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν«) τὸ »Ἀμὴν » λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν τῶν » βαλλόντων εἰς τὸ γαζοφυλάκιον « καὶ τὰ ἑξῆς.