Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἐπεὶ δὲ ἔστιν ὠφεληθῆναι τὸ κοινὸν διχῶς, ἀπό τε λό γων καὶ ἀπὸ πράξεων, ὧν | ὁ δίκαιος πράττει, καλῶς καὶ αὐταὶ ἀναφέρονται εἰς τὸ νοητὸν γαζοφυλάκιον. ἀλλ’ ἐπεὶ οὐκ ἴση οὐδ’ ὁμοία πάντων ἡ δύναμις ἐν τῷ βίῳ τούτῳ, εἴγε ἔδωκεν ὁ οἰκοδεσπότης τῷ μὲν πέντε τάλαντα, τῷ δὲ δύο, τῷ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, ἀποδέχεται ὁ ἔμψυχος τούτου λόγος, ἐνορῶν τῇ δυνάμει τῶν βαλλόντων εἰς ὃ διηγησάμεθα γαζοφυλάκιον, οὓς ἀποδέχεται, οὐ τῇ ποσότητι τῶν συνεισφερομένων ἐνορῶν μόνῃ.

διόπερ εἰ [ἔστιν] τις πλείονα δυνάμενος, ὀλιγώτερα μὲν ὡς πρὸς τὴν ἐνυπάρχουσαν αὐτῷ δύναμιν ποιεῖ, πλείονα δὲ ὡς πρὸς ἑτέρων σύγκρισιν ἐλάττονα δυναμένων, * * καὶ ἀποδέχεται τοὺς ὅλῃ δυνάμει τὰ ἐλάττονα πεποιηκότας παρὰ τοὺς πλείονα συνεισενεγκόντας ἐκ δυνάμεως πολλαπλασίονα φέρειν δυναμένης, ⟨ὡς〉 γέγραπται ἃ παρεθέμεθα τοῦ τε Λουκᾶ καὶ τοῦ Μάρκου.

ἅμα δὲ διδάσκει τὰ ῥητὰ ταῦτα τὸν νοήσαντα ταῦτα πνευματικῶς μηδεπώποτε τοὺς νομιζομένους διαφέρειν ⟨δεῖν⟩ ἐπαίρεσθαι κατὰ τῶν ὡς πρὸς ἀνθρώπων κρίσιν ὑποδεεστέρων· οὐ γὰρ πεπείσθω τις τῶν ὑπολαμβανομένων πλείονα καὶ κρείττονα ποιεῖν, συγκρίνων ἑαυτὸν τοῖς ὅσον ἐπὶ ἀνθρωπίνῃ κρίσει ἐλάχιστα πράττουσιν, ὅτι πάντα ἃ δεδύνηται πεποίηκεν, ἢ ἐκεῖνος οὐ πάντα ⟨εἰ ἃ〉 οἷός τε ἦν ἀπαιτεῖσθαι ἀπὸ τοῦ λόγου ἀποδέδωκεν.

ἀνέβλεψεν οὖν εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους ὁ Ἰησοῦς, καὶ ἰδὼν τὴν πενιχρὰν χήραν λεπτὰ βάλλουσαν δύο τάχα τῷ γνωστικῷ τόπῳ ἢ τῷ πρακτικῷ, ἁπλούστερον περὶ τῶν θείων φρονοῦσαν, καὶ ἀνάλογον τούτοις

βιοῦσαν, εἶπεν· »Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτῳχὴ αὕτη πλεῖον »πάντων ἔβαλεν«.

καὶ τοῦτο εἶπεν καθορῶν τίνα τρόπον πολλαπλασίονα δυνάμενοι φέρειν εἰς τὸ κοινὸν οἱ ὅσον ἐπὶ τῇ δυνάμει πλούσιοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ θεοῦ ἐλάχιστον μόριον, ὧν οἷοί τε ἦσαν συνεισφέρειν.

κατανόει δὲ καὶ τὰ τῆς χήρας ὑστερήματα καὶ ὅτι βιασαμένη ἑαυτὴν πάντα ὃν εἶχεν βίον ἤνεγκεν εἰς τὸ ἐν τῷ ἱερῷ γαζοφυλάκιον, προσφέρουσα πᾶσαν τὴν δύναμιν ἑαυτῆς τῷ θεῷ.