Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Φαρισαῖοι τοίνυν οὐ μόνον γνῶσιν οὐκ εἶχον, οὔτε καθ’ ὃ πατὴρ οὔτε καθ’ ὃ θεός, τοῦ δεδωκότος τὸν νόμον πατρὸς τοῦ χριστοῦ· ἀλλ’ οὐδὲ ἐπίστευον αὐτῷ ὁμολογουμένως μὲν | καθ’ ὃ πατὴρ ἦν Ἰησοῦ καὶ θεὸς αὐτοῦ, τάχα δὲ 〈οὐδὲ〉 καθ’ ὃ ὁ θεὸς ὁ κτίσας τὰ πάντα ἦν.

ἀλλ’ οὐδὲ τὸν χριστὸν ᾔδεισαν, καὶ καλῶς ἐλέγχει αὐτοὺς ὁ σωτὴρ λέγων· »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου οἴδατε«.

ταῦτα ζητῶ, πότερον ἴσον δύναται τῷ »Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα »μου ἂν ᾔδειτε« τὸ » Εἰ τὸν πατέρα μου ᾔδειτε, καὶ ἐμὲ ἂν ᾔδειτε« ἢ οὔ;

καὶ ἡγοῦμαι μὴ ἴσον ταῦτα δύνασθαι ἀλλήλοις, τῷ ἀναβαίνειν ἀπὸ τῆς γνώσεως τοῦ υἱοῦ ἐπὶ τὴν γνῶσιν τοῦ πατρὸς τὸν γινώσκοντα τὸν πατέρα, καὶ μὴ ἄλλως ὁρᾶσθαι τὸν πατέρα ἢ τῷ ὁρᾶσθαι τὸν υἱόν· »Ὁ γὰρ ἑωρακώς, φησίν, ἐμὲ ἑώρακε τὸν πέμψαντά με«· οὐκ ἂν δὲ εἰρήκει τὸ »Ὁ ἑωρακὼς τὸν πατέρα ἑώρακέν με«, ἐπείπερ ὁ τὸν λόγον τεθεωρηκώς τοῦ θεοῦ θεωρεῖ τὸν θεόν, ἀναβαίνων ἀπὸ τοῦ λόγου πρὸς τὸν θεόν· ἀμήχανον δέ ἐστιν μὴ ἀπὸ τοῦ λόγου θεωρῆσαι τὸν θεόν.

καὶ ὁ θεωρῶν τὴν σοφίαν, ἣν ἔκτισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς ἔργα αὐτοῦ, ἀναβαίνει ἀπὸ τοῦ ἐγνωκέναι τὴν σοφίαν ἐπὶ τὸν πατέρα αὐτῆς· ἀδύνατον δὲ χωρὶς τῆς σοφίας προαγωγῆς νοηθῆναι τὸν τῆς σοφίας θεόν.