Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
μυρίων γοῦν οὐσῶν εὐχῶν ἀναγεγραμμένων ἐν τοῖς ψαλμοῖς καὶ τοῖς προφήταις, ἀλλὰ καὶ τῷ νόμῳ, οὐ πάνυ τι εὕρομεν εὐξάμενόν τινα καὶ λέγοντα τῷ θεῷ· »Πάτερ«, τάχα ἐπεὶ οὐκ ἔγνωσαν τὸν πατέρα· εὔχονται δὲ αὐτῷ ὡς θεῷ καὶ κυρίῳ, περιμένοντες τὸν τὸ πνεῦμα τῆς υἱοθεσίας ἐκχέοντα.οὐκ ἔλαττον ἐπ’ ἐκείνους ἢ ἐπὶ τοὺς μετὰ τὴν παρουσίαν εἰς θεὸν δι’ αὐτοῦ πιστεύον
τας· εἰ μὴ ἄρα ἡ νοητὴ αὐτοῖς γεγένηται ἐπιδημία Χριστοῦ καὶ ἔσχον ποτὲ τελειωθέντες τὸ τῆς υἱοθεσίας πνεῦμα· ἐν ἀπορρήτῳ δὲ καὶ οὐ γνωστῶς πᾶσιν ἔλεγον ἢ ἔγραφον τὸν θεὸν πατέρα, ἵνα μὴ προκαταλάβωσιν τὴν διὰ τοῦ Ἰησοῦ ἐκκενουμένην παντὶ τῷ κόσμῳ χάριν, πάντας καλοῦντος ἐπὶ τὴν υἱοθεσίαν, ἵνα διηγήσηται τὸ ὄνομα τοῦ θεοῦ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ὑμνήσῃ τὸν πατέρα κατὰ τὸ γεγραμμένον· » Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε«.ὅτι μέντοι γε ὁ αὐτός ἐστιν θεὸς τῶν προφητῶν καὶ τοῦ κόσμου δημιουργός, πολλαχόθεν μὲν ἔστιν θεωρῆσαι· ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος θεωρῆσαι τήν τε Στεφάνου ἀπὸ τῶν Πράξεων πρὸς τὸν λαὸν δημηγορίαν οὕτω λέγοντος· »Ἄνδρες »ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε.
ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ »ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ οἰκῆσαι αὐτὸν ἐν »Χαρράν, καὶ εἶπεν πρὸς αὐτόν· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς »συγγενείας σου« καὶ τὰ ἑξῆς· δι’ ὅλου γὰρ τοῦ λόγου ἀναντιρρήτως ἔστιν μαθεῖν τὸν τῶν προφητῶν θεὸν πατέρα εἶναι Χριστοῦ Ἰησοῦ·