Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
φησὶν οὖν ὁ σωτὴρ μετὰ τὴν ἀνάστασιν τῇ Μαρίᾳ· » Πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ »εἰπὲ αὐτοῖς· Πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ »θεόν μου καὶ θεὸν ὑμῶν«. καὶ ἔστιν γε τοῖς ἑτεροδόξοις λέγειν χαριξόμενον αὐτοῖς ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα Μωϋσῆς καὶ οἱ προφῆται· ὅπερ τάχα οὐκ ἔστιν | ἀληθές· ὅτι πάντως ὁ μὴ ἐγνωκὼς τὸν πατέρα οὐκ ἔγνω τὸν υἱόν· ὁ μὲν γὰρ υἱὸς ἔγνω τὸν πατέρα, ὁ δὲ θεράπων τὸν κύριον· καὶ ὥσπερ οὐκ ἂν ἀσεβήσαιμεν λέγοντες ὅτι ὁ υἱὸς οὐκ ἔγνω τὸν κύριον (υἱὸς γὰρ ὢν οὐ πεπείραται τοῦ πατρὸς δεσπότου), οὕτω τηροῦντες τὸν αὐτὸν θεὸν οὐδὲν ἄτοπον παραδεξόμεθα λέγοντες ὅτι τῷ μὲν υἱῷ ἔπρεπεν γινώσκειν τὸν πατέρα, τῷ δὲ θεράποντι τὸν κύριον, καὶ οὔτε ὁ θεράπων ἔγνω τὸν πατέρα οὔτε ὁ υἱὸς τὸν κύριον.