Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

παρατήρει γὰρ ὅτι πρὸ τοῦ »Ἐὰν »μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν« γέγραπται· »Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς † πιστεύοντας αὐτῷ Ἰουδαίους«, καὶ ἃ ἔλεγεν ἦν· »Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν »ἀλήθειαν«.

πολὺ δὲ διαφέρει τὸ πρὸς τῷ πιστεύειν ἐγνωκέναι τοῦ πιστεύειν μόνον· »Ὧι μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος »σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις »ἐν τῷ αὐτῷ πνεύματι«.

Καὶ ταῦτα μὲν ὑπὲρ τοῦ παραστῆσαι ἕτερον εἶναι τὸ γινώσκεσθαι τὸν θεὸν τοῦ πιστεύεσθαι· ὡς δὲ πρὸς τὸ ἀκριβὲς καὶ τοῦτο τοῖς εἰρημένοις προσαποδώσομεν, ὅτι πρὸς οὓς φησιν· »Οὔτε »ἐμὲ οἴδατε, οὔτε τὸν πατέρα μου« | Φαρισαίους, εὐλόγως ἂν εἶπέν τις· ἀλλ’ οὐδὲ πιστεύετε εἰς τὸν πατέρα μου· τῷ γὰρ ἀποσταλέντι ἀπὸ τοῦ πατρὸς οὐκ ἐπίστευσαν, ὁ δὲ ἀρνούμενος τὸν υἱὸν οὐδαμῶς τὸν πατέρα ἔχει· καὶ οὐδαμῶς φημί, ὅτι οὔτε κατὰ πίστιν οὔτε κατὰ γνῶσιν.