Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ οὐ περὶ τῶν υἱῶν Ἠλεῖ μόνων ἔστιν τοῦτο εὑρεῖν ἀλλὰ καὶ περὶ ἄλλων βασιλευσάντων ἐν Ἰσραὴλ καὶ Ἰούδα ἁμαρτωλῶν. οὕτω τοίνυν καὶ οἱ Φαρισαῖοι τὸν πατέρα οὐκ ᾔδεσαν· οὐδὲ γὰρ ἐβίουν κατὰ τὸ τοῦ δημιουργοῦ βούλημα.

Ἔστιν δὲ καὶ ἄλλο σημαινόμενον τοῦ γινώσκειν τὸν θεόν, ἑτέρου ὄντος τοῦ γινώσκειν τὸν θεὸν παρὰ τὸ πιστεύειν ψιλῶς εἰς τὸν θεόν, † ὡς δῆλον ἐκ τοῦ· »Ὅσα ὁ νόμος λαλεῖ, τοῖς ἐν τῷ νόμῳ »λαλεῖ« αὐτὸ ᾗ δῆλον ὅτι καὶ τοὺς προφήτας, ὧν τὰ ῥήματα, ὡς ἐν ἄλλοις ἀπεδείξαμεν, νόμος λέγεται. εἴρηται τοίνυν ἐν ψαλμοῖς· »Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός«.