Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ὡς διαφορᾶς μέντοι γε οὔσης τῶν κάτω πρὸς ἄλληλα, λέγεται ὑπερθετικῶς τὸ »Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ« καὶ τὸ »Εἰς τὰ κατώτατα τῆς γῆς ὁ καταβάς, οὗτός ἐστι καὶ ὁ »ἀναβάς«. διόπερ ἐνώπιον τοῦ χριστοῦ προπεσοῦνται μὲν πάντες οἱ καταβαίνοντες εἰς τὰ κατώτερα μέρη τῆς γῆς, εἰς ᾃδου, ἐπεὶ ἀληθὲς τὸ »Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ »ᾃδῃ τίς ἐξομολογήσεταί σοι;«

ἐὰν δέ τις ἀνθυποφέρῃ τὸ καταβαίνειν αὐτὸν εἰς τὰ κατώτερα τῆς γῆς, ἐπιτηρήσεις ὅτι ἐπὶ τῶν καταβαινόντων εἰς γῆν εἴρηται τὸ »Προπεσοῦνται«· ὑποπιπτόντων γὰρ τῷ χριστῷ ⟨πάντων καὶ⟩ γόνυ καμπτόντων ἐν τῷ ὀνόματι Ἰησοῦ, τινὲς μὲν πρότερον τινὲς δὲ ὕστερον προπεσοῦνται αὐτῷ.

καὶ τάχα οἱ ἐπὶ γῆς προπεσοῦνται καὶ πρὸ ἑτέρων ὑποτάσσονται· χειρόνων γὰρ τὸ ὕστερον ὑποτάσσεσθαι, διὸ καὶ »ἔσχατος ἐχθρὸς καταργεῖται ὁ »θάνατος«.

Μετὰ ταῦτα ζητήσεις εἰ ὥσπερ ἐστὶν τῶν κάτω διαφορὰ διὰ τὸ λέγεσθαί τι κατωτάτω, οὕτως καὶ τῶν ἄνω διαφορά, μάλιστα ἐπεὶ κληρονομία ἐστὶν βασιλείας οὐρανῶν, πάντων ⟨τῶν⟩ κληρονομουμένων οὐρανῶν ὄντων ἄνω, ἀλλ’ οὐχ ὁμοίως ἐχόντων τὸ εἶναι ἄνω.

ἀλλὰ καὶ ἐπὶ τῆς νοητῆς καταβάσεως τῆς ψυχῆς διὰ τὴν κα κίαν καὶ τὰ μοχθηρὰ δόγματα καὶ νοητῆς ἀναβάσεως αὐτῆς ἐπιστήσας οὐχ ἁπλῶς εὑρήσεις διαφοράν· ἐπιπλεῖον ⟨οὖν⟩ νοητῶς † καταβαινουσῶν νοήσεις.

ἅμα δὲ ὅρα εἰ μὴ μυστικώτερον καὶ οὐ τοπικῶς περὶ τῆς Ἰησοῦ ψυχῆς ἀκούσει τὸ· »Ἀναβὰς ὑπεράνω πάντων τῶν »οὐρανῶν«· ἡ γὰρ νοητὴ ἀνάβασις ἐκείνης τῆς ψυχῆς ὑπερπεπήδηκεν καὶ πάντας τοὺς οὐρανοὺς καί, ὡς ἔστιν εἰπεῖν, ἤδη ἔφθασεν πρὸς αὐτὸν τὸν θεόν.