Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
εἴη δ’ ἂν καὶ τὰ ἑκάστου ἔργα † οἷον εἶπα, ὥστε εἰπεῖν ἂν τὰ ἔργα τῆς σαρκὸς ποιεῖν τὸν ἐκ ⟨τῶν⟩ κάτω, τὸν δὲ καρπὸν τοῦ πνεύματος τὸν ἐκ τῶν ἄνω, καὶ πάλιν τὴν πρὸς τὸν κόσμον | τοῦτον ἀγάπην τὸν ἐκ τοῦ κόσμου τούτου· ἐπεί, κατὰ τὸν Ιωάννην, ὁ ἔχων τὴν ἀγάπην τοῦ θεοῦ, * * ἐκεῖνος δὲ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου, ὃς οὐκ ἀγαπᾷ τὸν κόσμον οὐδὲ τὰ ἐν τῷ κόσμῳ, ἀλλὰ λέγων »Ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι, »εῖ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ »κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ«, καὶ χωρῶν τὸ ἀγαπᾶν κύριον τὸν θεὸν αὐτοῦ ἐξ ὅλης τῆς καρδίας αὐτοῦ καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ
καὶ ἐξ ὅλης τῆς διανοίας αὐτοῦ, τῷ μὴ θλίβεσθαι τὴν τοιαύτην ἀγάπην ὑπὸ τῆς πρὸς τὸν κόσμον ἀγάπης καὶ τὰ ἐν τῷ κόσμῳ· ἀμήχανον γὰρ συνυπάρχειν τὴν πρὸς τὸν κόσμον ἀγάπην τῇ πρὸς τὸν θεὸν ἀγάπῃ, ὡς ἀμήχανον συνυπάρχειν ἀλλήλοις φῶς καὶ σκότος, ἢ Χριστὸν καὶ τὸν Βελίαρ, ἢ τὸ ναὸν εἶναι τοῦ θεοῦ μετὰ τοῦ ναὸν τυγχάνειν εἰδώλων.