Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἐὰν δέ τις λέγῃ μὴ τὸν σωτῆρα ταῦτα εἰρηκέναι, τοὺς δὲ Ἰουδαίους αὐτὸ ὑπονενοηκέναι. δῆλον ὅτι ἐρεῖ τοὺς Ἰουδαίους πεφρονηκέναι περὶ αὐτοῦ ὅτι * * φθείρονται οἱ ἑαυτοὺς διαχειρισάμενοι καὶ οὐδὲν ἧττον ἐποίει ταῦτα πιστεύων φθαρήσεσθαι καὶ κολασθήσεσθαι· ὅπερ ἦν κατ〈ὰ πάντα〉 ἠλίθιον.
(5) Καὶ ἐν τοῖς ἀνωτέρω ἔλεγεν τὸ »Ὁ ὢν ἐκ τῆς γῆς ἐκ »τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος †
»† ἐπάνω πάντων ἐστίν· ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ«. εἰ τοίνυν »ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ« καὶ »ὁ ἐκ τοῦ οὐρανοῦ »ἐρχόμενος ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ«, ζητήσεις [τοίνυν] πότερόν ποτε ταὐτόν ἐστιν τὸ »ἐκ τῆς γῆς εἶναι« τῷ »ἐκ τῶν κάτω »εἶναι« ἢ ἕτερον.ἅμα δὲ παρατηρήσεις ὅτι κἀκεῖ οὐκ εἶπεν· Ὁ ὢν ἐκ τοῦ οὐρανοῦ ἐκ τοῦ οὐρανοῦ ἐστιν καὶ ἐκ τοῦ οὐρανοῦ λαλεῖ· τάχα γὰρ ὁ σωτὴρ οὐκ ἐκ τοῦ οὐρανοῦ ἦν, μάλιστα καθ’ ὃ πρωτότοκος πάσης κτίσεως ἦν. † τὸ γὰρ »Ἐκ τοῦ οὐρανοῦ« ὁ δεύτερος ἄνθρωπος ἦν ἐξ οὐρανοῦ, ὡς καὶ ὁ Παῦλός πού φησιν· »Ὁ πρῶτος »ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ«.
καὶ ἐνθάδε δὲ ἐπιστήσεις πότερόν ποτε ταὐτὸ λέγει ἐν τῷ »Ὑμεῖς ἐκ τῶν »κάτω ἐστέ« καὶ »Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ« ἢ ἕτερόν ἐστιν τὸ εἶναι ἐκ τῆς γῆς παρὰ τὸ εἶναι ἐκ τοῦ κόσμου τούτου. τὸ δ’ ὅμοιον ζητήσεις καὶ ἐν τῷ »Ἐγὼ ἐκ τῶν ἄνω εἰμί« καὶ »Ἐγὼ οὐκ »εἰμὶ ἐκ τοῦ κόσμου τούτου«. | ἄξιον γὰρ ἰδεῖν τί τὸ ἐκ τῶν ἄνω εἶναι καὶ τί τὸ μὴ ἐκ τοῦ κόσμου τούτου εἶναι.
ὅρα τοίνυν εἰ μὴ ὁ τὴν ἀπὸ ὕλης γένεσιν καὶ σωμάτων ἀνειληφὼς τῷ καταλελοιπέναι τὰ κρείττονα ἐκ τῆς γῆς ἐστιν· ὅστις ὅσον ἐστὶν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ, ὑψηλότερόν τι μὴ δυνάμενος βλέπειν ἢ λέγειν· ὁ δ’ αὐτὸς καὶ ἐκ τῶν κάτω ἐστίν.
ἄλλη μέντοι γε ἡ ἐπίνοια ἡ ἐκ τῶν κάτω καὶ τῆς γῆς. κάτω γὰρ ὥσπερ τόπῳ τινὶ νοεῖται οὕτως καὶ δόγμασιν καὶ διανοίᾳ· καὶ πᾶς γε ὁ τοιούτοις δόγμασιν καὶ διανοίᾳ χρώμενος, ἅτινά ἐστιν ἐκ τῶν κάτω, ἐκ τῶν κάτω ἐστίν.
ἀλλὰ καὶ ὁ δεικνύμενος κόσμος, ὑλικὸς γενόμενος, διὰ τοὺς δεηθέντας τῆς ἐνύλου ζωῆς τόπους μὲν ἔχει διαφόρους, οἵτινες πάντες ὡς μὲν πρὸς τὰ ἄϋλα καὶ τὰ ἀόρατα καὶ τὰ ἀσώματα κάτω εἰσίν, οὐ τοσοῦτον τόπῳ ὅσον τῇ πρὸς τὰ ἀόρατα συγκρίσει.