Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Τάχα οὖν ἐν ταῖς περὶ Χριστοῦ παραδόσεσιν ἦν, ὥσπερ τὸ γεγεννῆσθαι αὐτὸν ἐν Βηθλεὲμ καὶ τὸ ἐκ φυλῆς Ἰούδα ἀναστήσεσθαι κατὰ τὰς ὑγιεῖς ἐκδοχὰς τῶν προφητικῶν λόγων, οὕτω καὶ περὶ τοῦ θανάτου αὐτοῦ, ὡς ἑαυτὸν ᾧ εἴπομεν τρόπῳ ἀπαλλάξοντος τοῦ βίου· καὶ εἰκὸς ὅτι ᾔδεισαν τὸν οὕτως ἐξελευσόμενον ἀπελεύσεσθαι εἰς χώραν ἔνθα οὐκ ἡδύναντο γενέσθαι οὐδ’ οἱ ταῦτα νοοῦντες, ὥστε μὴ κατὰ τὸ ἁπλούστερον αὐτοὺς εἰρηκέναι ἀλλὰ κατά τινα περὶ Χριστοῦ παράδοσιν τὸ »Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· »Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;« καὶ εἰ λέγουσιν δὲ ταῦτα οἱ Ἰουδαῖοι, διστακτικῶς αὐτά φασι· τὸ γὰρ »Μήτι ἀποκτενεῖ »ἑαυτόν;« τοιοῦτόν ἐστιν.

καὶ οὐ θαυμαστὸν ἀμφιβάλλειν αὐτοὺς περὶ Χριστοῦ, ὅτε γε καὶ ἐν τοῖς ἀνωτέρω οἱ ἐκ τοῦ ὄχλου ἀκού σαντες τῶν λόγων τοῦ Ἰησοῦ ἔλεγον· »Οὗτός | ἐστιν ἀληθῶς ὁ »προφήτης· ἄλλοι δὲ ἔλεγον· Οὗτός ἐστιν ὁ χριστός· οἱ δὲ ἔλεγον· Μὴ »γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; οὐχ ἡ γραφὴ εἶπεν ὅτι »ἐκ τοῦ σπέρματος Δαβὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν »Λαβίδ, ἔρχεται ὁ χριστός;« ὅτε καὶ »σχίσμα γεγένηται ἐν τῷ ὄχλῳ δι’ »αὐτόν«.

ἀλλὰ καὶ μετ’ ὀλίγα ἐκείνων γέγραπται ὅτι »Ἀπεκρίθησαν »οἱ ὑπηρέται· Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος«· ὡς καὶ τοὺς Φαρισαίους εἰρηκέναι τοῖς θαυμάζουσιν τὸν λόγον αὐτοῦ· »Μὴ καὶ »ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ »ἐκ τῶν Φαρισαίων; ἀλλ’ ἢ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν »νόμον ἐπάρατοί εἰσιν;«

ὅτε καὶ Νικοδήμου εἰρηκότος· »Μὴ ὁ νόμος »ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ’ αὐτοῦ καὶ »γνῷ τί ποιεῖ; ἀπεκρίθησαν· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἷ; »ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐξέρχεται οὐδὲ »ἐγείρεται«.

πῶς δὲ ἐδύναντο ἁπλούστερον νοεῖν αὐτὸν ἑαυτὸν ἀναιρήσειν οἱ ἀκούσαντες αὐτοῦ λέγοντος· »Ἐγώ εἰμι τὸ φῶς τοῦ »κόσμου· ὁ ἀκολουθῶν μοι οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ ἀλλ’ »ἓξει τὸ φῶς τῆς ζωῆς«; πρὸς ὃν οἱ Φαρισαῖοι εἰρήκασιν ὅτι »Σὺ »περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής«· οἷς

ἀπεκρίνατο ὁ Ἰησοῦς λέγων· »Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, † ἡ »μαρτυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω.

»ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. καὶ ἐὰν κρίνω »δε ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ »καὶ ὁ πέμψας με πατήρ. καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται »ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν· ἐγώ εἰμι ὁ μαρτυρῶν »περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ«.