Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἅμα δὲ σαφέστερόν πως ἔσται καὶ τὸ »Ὅπου ἐγὼ »ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν« ἐπιφερόμενον τῷ »Καὶ ἐν τῇ »ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«. ὅταν γὰρ ἀποθάνῃ τις ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ, ὅπου ὑπάγει ὁ Ἰησοῦς οὐ δύναται ἀπελθεῖν· οὐδεὶς γὰρ νεκρὸς ἀκολουθεῖν δύναται τῷ Ἰησοῦ· »Οὐδὲ γὰρ οἱ νεκροὶ αἰνέσουσίν »σε, κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. ἀλλ’ ἡμεῖς οἱ »ζῶντες εὐλογήσομεν τὸν κύριον«.

Ἔτι πρὸς τὸ »Ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε« παραθήσεις τὸ | ἐκ τοῦ Ἰεξεκιὴλ οὕτως ἔχον· » Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη »ἀποθανεῖται«· θάνατος γὰρ ψυχῆς ἁμαρτία, οἶμαι δὲ ὅτι οὐ πᾶσα, ἀλλ’ ἥν φησιν Ἰωάννης πρὸς θάνατον.

ἅμα δὲ καὶ διαστέλλει ὅτι τις ἁμαρτία θάνατός ἐστιν ψυχῆς, καί τις ἁμαρτία ἀσθένεια αὐτῆς τάχα δὲ καὶ τρίτον τις ἁμαρτία ζημία ψυχῆς ἐστιν, ἁμαρτία δηλονότι ἐκ τοῦ » Τί ὠφεληθήσεται ἄνθρωπος ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ »τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ ἢ ζημιωθῇ;« καὶ ἐκ τοῦ »Εἴ τινος τὸ »ἔργον κατακαήσεται, ζημιωθήσεται«.

τοῖς μὲν οὖν ἐν τῇ ἁμαρτίᾳ ἀποθανουμένοις φησίν· »Ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ »ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν«· τῷ δὲ Πέτρῳ· »Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, »ἀκολουθήσεις δὲ ὕστερον«· ἔξεστιν γὰρ μαθητευόμενον τῷ Ἰησοῦ νῦν μὲν μὴ παρεσκευάσθαι πρὸς τὸ ἀκολουθεῖν αὐτῷ ἀπιόντι πρὸς τὸν πατέρα, ὕστερον δὲ ἐξ ἐπιμελείας κατ’ ἴχνη βαίνοντα ἀκολουθεῖν τῷ διδασκάλῳ καὶ ἕπεσθαι τῷ λόγῳ τοῦ θεοῦ.

εἰκὸς δὲ ὅτι διὰ τὰ

περὶ τέλους ἡμῖν ὑπονοούμενα ἐπιστήσει τις τῷ »Ὅπου ἐγὼ ὑπάγω »ὑμεῖς οὐ δύνασθε ἐλθεῖν«· καὶ πρὸς τοῦτο ἐρεῖ, ὅτι ἔξεστι νῦν μὲν μὴ δύνασθαι, ὕστερον δὲ δυνήσεσθαι· καὶ εἴπερ ἐστίν τις ἐνεστηκὼς αἰὼν καὶ ἄλλος μέλλων, οὗτοι πρὸς οὓς λέλεκται· »Οὐ δύνασθε »ἐλθεῖν«, κατὰ τὸν ἐνεστηκότα αἰῶνα (πολὺς δὲ ὁ λείπων εἰς τὴν συντέλειαν αὐτοῦ ἐστιν χρόνος) οὐ δύνανται ἐλθεῖν, ὅπου Ἰησοῦς, τοῦτ’ ἔστιν, ὅπου ἡ ἀλήθεια καὶ ἡ σοφία καὶ ὁ λόγος, τοῦτο γάρ ἐστιν ›ὅπου Ἰησοῦς‹.