Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
οἶδεν δὲ ἀπὸ τίνος ὑπάγει καὶ τίνι παραμένει μηδέπω εὑρισκόμενος, ἵν’ ἐν καιρῷ εὑρεθῇ ζητηθείς.
καὶ τοῖς γε οὕτως ἔχουσιν αὐτὸν καὶ μὴ τεθεωρηκόσιν αὐτὸν λέγεται· »Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται »εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν· ἤ· Τίς »καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀνα|γαγεῖν. »ἀλλὰ τί λέγει ἡ γραφή;
Ἐγγύς σου τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί »σου καὶ ἐν τῇ καρδίᾳ σου«. τούτοις δὲ φιλανθρώπως ὁ σωτὴρ ὑποδείκνυσιν καὶ τὰ περὶ τῆς τοῦ θεοῦ βασιλείας, ἵνα μὴ ζητῶσιν αὐτὴν ἔξω ἑαυτῶν μηδὲ λέγωσιν· »Ἰδοὺ ὧδε, ἢ ἰδοὺ ἐκεῖ«· φησὶ γὰρ αὐτοῖς· »Ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστίν«.
καὶ ὅσον γε σώζομεν τὰ ἐνσπαρέντα ἡμῶν τῇ ψυχῇ τῆς ἀληθείας σπέρματα καὶ τὰς ἀρχὰς αὐτῆς, οὐδέπω ἀπελήλυθεν ἀφ’ ἡμῶν ὁ λόγος· ἐὰν δὲ ἀπὸ τῆς κατὰ τὴν κακίαν χύσεως διαφθάρωμεν, τότε ἡμῖν ἐρεῖ· »Ὑπάγω«, ἵνα κἂν ζητῶμεν αὐτὸν οὐχ εὑρήσομεν, ἀλλ’ ἐν τῇ ἁμαρτίᾳ ἡμῶν ἀποθανούμεθα, καταλαμβανόμενοι ἐν αὐτῇ καὶ παραλαμβανόμενοι ἀπὸ ταύτης ὑπὸ τῶν τεταγμένων ἐπὶ τῷ ἀπαιτεῖν τὴν ψυχήν, κατὰ τὸν εἰπόντα· »Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ »σοῦ«.
Οὐ χρὴ δὲ παρελθεῖν ἀνεξέταστον οὐδὲ καὶ τὸ »Ἐν τῇ »ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«. εἰ μὲν ⟨οὖν⟩ κοινότερον λαμβάνεται, δῆλον ὅτι οἱ μὲν ἁμαρτωλοὶ ἐν τῇ ἁμαρτίᾳ αὐτῶν ἀποθανοῦνται, οἱ δὲ δίκαιοι ἐν τῇ δικαισούνῃ· εἰ δὲ τὸ »Ἀποθανεῖσθε« κατὰ τὸν ἐχθρὸν τοῦ χριστοῦ θάνατον λαμβάνεται, ὡς τοῦ πρὸς θάνατον ἡμαρτηκότος ἀποθνήσκοντος, δῆλον ὅτι οἷς ταῦτα ἐλέγετο οὐδέπω ἀποτεθνήκεισαν.
καὶ ζητήσεις πῶς οἱ μὴ πιστεύσαντες, ὅτε ἔζων, μέλλουσίν ποτε ἀποθανεῖσθαι. ἀπαντήσεται δέ τις καὶ πρὸς τοῦτο λέγων ὅτι κατ’ ἐκεῖνο καιροῦ τὸ μηδέπω πιστεύειν οὐδέπω πρὸς θάνατον ἁμάρτημα ἦν, καὶ πρὸς οὓς ὁ λόγος οὐδέπω τὰ πρὸς θάνατον ἡμαρτήκεισαν. ἀλλ’ ἔζων μὲν ἐν ἀσθενείᾳ τῆς ψυχῆς αὐτῶν, ἡ δὲ ἀσθένεια ἐκείνη πρὸς θάνατον ἦν.
διὰ τοῦτο καὶ ὁ ἰατρὸς
βλέπων ὀλεθρίως αὐτοὺς ἀσθενοῦντας, ἔλεγεν ἀπογνοὺς αὐτῶν τὴν θεραπείαν· »Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν »ἀποθανεῖσθε«. εἴπομεν δὴ τὸ »ἐπεὶ ἡ ἀσθένεια ἐκείνη ἦν αὐτοῖς »πρὸς θάνατον«, ἅτε μαθόντες ἀπὸ τοῦ Ἰησοῦ διαφορὰν ἀσθενειῶν.ἠσθένει δὲ καὶ ὁ Λάζαρος, ἀλλ’ ᾔδει ὁ ἰατρὸς ὅτι ἡ ἀσθένεια αὐτοῦ οὐ πρὸς θάνατον ἦν· διόπερ φησίν· »Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν »πρὸς θάνατον«. διὰ τοῦτο κἂν ἀντιλαμβανώμεθα τῶν ἀσθενειῶν ἑαυτῶν ἀσθενούντων, προσέχωμεν μήποτε πρὸς θάνατον ἀσθενήσωμεν, μεταβαλλούσης τῆς νόσου ἀπὸ τοῦ ἔτι ἰατὴν εἶναι δύνασθαι ἐπὶ τὸ ἀνίατον.