Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἀλλ’ ἐρεῖς ὅτι καὶ περὶ ἐπιβουλευόντων ποτὲ λέγεται τὸ ζητεῖν, ὥσπερ ἐν τῷ »Ἐζήτουν »αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλλεν ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτε οὔπω »ἐληλύθει ἡ ὥρα αὐτοῦ«, καὶ ἐν τῷ »Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· »ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν«, καὶ ἐν τῷ » Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν »ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός« .
διὸ καὶ λέγεται τοῖς μὴ καλῶς ζητοῦσιν τὸ » Καὶ ζητήσετέ με« οὐκ ἐναντίον τῷ »Πᾶς ὁ »ζητῶν εὑρίσκει« . καὶ ἀεὶ δὲ διαφοραί εἰσιν τῶν ζητούντων τὸν Ἰησοῦν, οὐ πάντων γνησίως καὶ ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας καὶ τοῦ ὠφεληθῆναι ἀπ’ αὐτοῦ ζητούντων αὐτόν.
εἰσὶν γὰρ καὶ κατὰ μυρίας ἀποπεπτωκυίας τοῦ καλοῦ προθέσεις ζητοῦντες τὸν Ἰησοῦν· διόπερ μόνοι οἱ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὗρον, οἳ καὶ κυρίως λέγοιντ’ ἂν αὐτὸν ζητεῖν τὸν ἐν ἀρχῇ λόγον, πρὸς τὸν θεὸν λόγον, καὶ ἵνα αὐτοὺς προσαγάγῃ τῷ πατρί. παρὼν δὲ καὶ ἐμφανταζόμε
νος ὁ λόγος, ἐπὰν μὴ παραδεχθῇ, ἀπειλεῖ τὸ ὑπάγειν καὶ λέγει· »Ἐγὼ »ὑπάγω«· καὶ ἐὰν ἀπελθόντος γε αὐτοῦ ζητῶμεν αὐτόν, οὐχ εὑρήσομεν αὐτόν, ἀλλ’ ἐν τῇ ἁμαρτίᾳ ἡμῶν ἀποθανούμεθα.οἶδεν δὲ ἀπὸ τίνος ὑπάγει καὶ τίνι παραμένει μηδέπω εὑρισκόμενος, ἵν’ ἐν καιρῷ εὑρεθῇ ζητηθείς.
καὶ τοῖς γε οὕτως ἔχουσιν αὐτὸν καὶ μὴ τεθεωρηκόσιν αὐτὸν λέγεται· »Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται »εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν· ἤ· Τίς »καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀνα|γαγεῖν. »ἀλλὰ τί λέγει ἡ γραφή;
Ἐγγύς σου τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί »σου καὶ ἐν τῇ καρδίᾳ σου«. τούτοις δὲ φιλανθρώπως ὁ σωτὴρ ὑποδείκνυσιν καὶ τὰ περὶ τῆς τοῦ θεοῦ βασιλείας, ἵνα μὴ ζητῶσιν αὐτὴν ἔξω ἑαυτῶν μηδὲ λέγωσιν· »Ἰδοὺ ὧδε, ἢ ἰδοὺ ἐκεῖ«· φησὶ γὰρ αὐτοῖς· »Ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστίν«.
καὶ ὅσον γε σώζομεν τὰ ἐνσπαρέντα ἡμῶν τῇ ψυχῇ τῆς ἀληθείας σπέρματα καὶ τὰς ἀρχὰς αὐτῆς, οὐδέπω ἀπελήλυθεν ἀφ’ ἡμῶν ὁ λόγος· ἐὰν δὲ ἀπὸ τῆς κατὰ τὴν κακίαν χύσεως διαφθάρωμεν, τότε ἡμῖν ἐρεῖ· »Ὑπάγω«, ἵνα κἂν ζητῶμεν αὐτὸν οὐχ εὑρήσομεν, ἀλλ’ ἐν τῇ ἁμαρτίᾳ ἡμῶν ἀποθανούμεθα, καταλαμβανόμενοι ἐν αὐτῇ καὶ παραλαμβανόμενοι ἀπὸ ταύτης ὑπὸ τῶν τεταγμένων ἐπὶ τῷ ἀπαιτεῖν τὴν ψυχήν, κατὰ τὸν εἰπόντα· »Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ »σοῦ«.
Οὐ χρὴ δὲ παρελθεῖν ἀνεξέταστον οὐδὲ καὶ τὸ »Ἐν τῇ »ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«. εἰ μὲν ⟨οὖν⟩ κοινότερον λαμβάνεται, δῆλον ὅτι οἱ μὲν ἁμαρτωλοὶ ἐν τῇ ἁμαρτίᾳ αὐτῶν ἀποθανοῦνται, οἱ δὲ δίκαιοι ἐν τῇ δικαισούνῃ· εἰ δὲ τὸ »Ἀποθανεῖσθε« κατὰ τὸν ἐχθρὸν τοῦ χριστοῦ θάνατον λαμβάνεται, ὡς τοῦ πρὸς θάνατον ἡμαρτηκότος ἀποθνήσκοντος, δῆλον ὅτι οἷς ταῦτα ἐλέγετο οὐδέπω ἀποτεθνήκεισαν.
καὶ ζητήσεις πῶς οἱ μὴ πιστεύσαντες, ὅτε ἔζων, μέλλουσίν ποτε ἀποθανεῖσθαι. ἀπαντήσεται δέ τις καὶ πρὸς τοῦτο λέγων ὅτι κατ’ ἐκεῖνο καιροῦ τὸ μηδέπω πιστεύειν οὐδέπω πρὸς θάνατον ἁμάρτημα ἦν, καὶ πρὸς οὓς ὁ λόγος οὐδέπω τὰ πρὸς θάνατον ἡμαρτήκεισαν. ἀλλ’ ἔζων μὲν ἐν ἀσθενείᾳ τῆς ψυχῆς αὐτῶν, ἡ δὲ ἀσθένεια ἐκείνη πρὸς θάνατον ἦν.
διὰ τοῦτο καὶ ὁ ἰατρὸς
βλέπων ὀλεθρίως αὐτοὺς ἀσθενοῦντας, ἔλεγεν ἀπογνοὺς αὐτῶν τὴν θεραπείαν· »Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν »ἀποθανεῖσθε«. εἴπομεν δὴ τὸ »ἐπεὶ ἡ ἀσθένεια ἐκείνη ἦν αὐτοῖς »πρὸς θάνατον«, ἅτε μαθόντες ἀπὸ τοῦ Ἰησοῦ διαφορὰν ἀσθενειῶν.ἠσθένει δὲ καὶ ὁ Λάζαρος, ἀλλ’ ᾔδει ὁ ἰατρὸς ὅτι ἡ ἀσθένεια αὐτοῦ οὐ πρὸς θάνατον ἦν· διόπερ φησίν· »Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν »πρὸς θάνατον«. διὰ τοῦτο κἂν ἀντιλαμβανώμεθα τῶν ἀσθενειῶν ἑαυτῶν ἀσθενούντων, προσέχωμεν μήποτε πρὸς θάνατον ἀσθενήσωμεν, μεταβαλλούσης τῆς νόσου ἀπὸ τοῦ ἔτι ἰατὴν εἶναι δύνασθαι ἐπὶ τὸ ἀνίατον.
ἅμα δὲ σαφέστερόν πως ἔσται καὶ τὸ »Ὅπου ἐγὼ »ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν« ἐπιφερόμενον τῷ »Καὶ ἐν τῇ »ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«. ὅταν γὰρ ἀποθάνῃ τις ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ, ὅπου ὑπάγει ὁ Ἰησοῦς οὐ δύναται ἀπελθεῖν· οὐδεὶς γὰρ νεκρὸς ἀκολουθεῖν δύναται τῷ Ἰησοῦ· »Οὐδὲ γὰρ οἱ νεκροὶ αἰνέσουσίν »σε, κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. ἀλλ’ ἡμεῖς οἱ »ζῶντες εὐλογήσομεν τὸν κύριον«.
Ἔτι πρὸς τὸ »Ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε« παραθήσεις τὸ | ἐκ τοῦ Ἰεξεκιὴλ οὕτως ἔχον· » Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη »ἀποθανεῖται«· θάνατος γὰρ ψυχῆς ἁμαρτία, οἶμαι δὲ ὅτι οὐ πᾶσα, ἀλλ’ ἥν φησιν Ἰωάννης πρὸς θάνατον.
ἅμα δὲ καὶ διαστέλλει ὅτι τις ἁμαρτία θάνατός ἐστιν ψυχῆς, καί τις ἁμαρτία ἀσθένεια αὐτῆς τάχα δὲ καὶ τρίτον τις ἁμαρτία ζημία ψυχῆς ἐστιν, ἁμαρτία δηλονότι ἐκ τοῦ » Τί ὠφεληθήσεται ἄνθρωπος ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ »τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ ἢ ζημιωθῇ;« καὶ ἐκ τοῦ »Εἴ τινος τὸ »ἔργον κατακαήσεται, ζημιωθήσεται«.
τοῖς μὲν οὖν ἐν τῇ ἁμαρτίᾳ ἀποθανουμένοις φησίν· »Ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ »ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν«· τῷ δὲ Πέτρῳ· »Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, »ἀκολουθήσεις δὲ ὕστερον«· ἔξεστιν γὰρ μαθητευόμενον τῷ Ἰησοῦ νῦν μὲν μὴ παρεσκευάσθαι πρὸς τὸ ἀκολουθεῖν αὐτῷ ἀπιόντι πρὸς τὸν πατέρα, ὕστερον δὲ ἐξ ἐπιμελείας κατ’ ἴχνη βαίνοντα ἀκολουθεῖν τῷ διδασκάλῳ καὶ ἕπεσθαι τῷ λόγῳ τοῦ θεοῦ.