Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἀλλὰ καὶ καιρὸν τοῦ κρατεῖσθαι αὐτὸν οὐκ ἔδει εἶναι ἡμερινόν· »Ὁ γὰρ »Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων »ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων«. περὶ δὲ τοῦ » Οὔπω ἐλήλυθεν ἡ ὥρα αὐτοὺ« ἐν τοῖς ἀνωτέρω διὰ πλειόνων διειλήφαμεν, οἷς χρήσει καὶ εἰς τὰ παρόντα.

(3) Καὶ ταῦτα ἐν τῷ γαζοφυλακίῳ ἐν τῷ ἱερῷ, προστιθεὶς τοῖς προτέροις οὐ μόνον ταῦτα ἀλλὰ πλείονα ἕως τοῦ »Ἀμὴν λέγω »ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί«. μετὰ δὲ τοῦτον τὸν λόγον ἀράντων λίθους, ἵνα λιθάσωσιν αὐτόν, Ἰησοῦς ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, ὅτε παράγων εἶδεν τὸν ἀπὸ γενετῆς τυφλόν, περὶ οὗ εἰσόμεθα, θεοῦ διδόντος, γενόμενοι κατὰ τὸν τόπον.

λέγει δὲ ταῦτα ἵνα τὸ ἐπιφερόμενον γένηται· » Ταῦτα γὰρ αὐτοῦ λαλοῦντος ἐπίστευσαν »εἰς αὐτόν«, οἱονεὶ πένητες ἐρχόμενοι ἐπὶ γαζοφυλάκιον, ἵν’ ἐκεῖθεν λάβωσιν ἃ ἐὰν δύνωνται καὶ ἃ ἐὰν μερισθῇ αὐτοῖς.

πολλοὶ μὲν οὖν ἐπίστευσαν εἰς αὐτόν, οὐ πολλοὶ δὲ ἔγνωσαν αὐτόν, ἐπεὶ τῶν πεπιστευκότων εἰς αὐτὸν οἱ μένοντες ἐν τῷ λόγῳ αὐτοῦ, ἀληθῶς γινόμενοι μαθηταὶ αὐτοῦ, γνώσονται τὴν ἀλήθειαν· οὐχὶ δὲ οἱ πολλοὶ τῶν πεπιστευκότων εἰς αὐτὸν μένουσιν ἐν τῷ λόγῳ αὐτοῦ, οὐδὲ οἱ πολλοὶ ἀληθῶς αὐτοῦ μαθηταὶ γίνονται.

διόπερ οὐδὲ πολλοὶ γνώσονται ἀλήθειαν, καὶ εἰ ἀλήθεια ἐλευθεροῖ, ἐλεύθεροι οὐ γίνονται· σφόδρα γὰρ ὀλίγοι χωροῦσι τὴν ἐλευθερίαν.