Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
εἰ δὲ ἀρνοῦνται τὸν υἱόν, πῶς τὸ » Κἀμὲ οἴδατε« ἀληθές; πάλιν οἱ αὐτοὶ εἰ οἴδασιν τὸν υἱὸν διὰ τὸ »Καὶ ἐμὲ οἴδατε«, (ἐπεὶ »Ὁ ὁμολογῶν τὸν »υἱὸν καὶ τὸν πατέρα ἔχει«) ὁμολογοῦσιν τὸν πατέρα. εἰ δὲ ὁμολογοῦσιν τὸν πατέρα, πῶς ἀληθὲς τὸ »Ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας »με, ὃν ὑμεῖς οὐκ οἴδατε«;
Λεκτέον δὲ πρὸς ταῦτα ὅτι ὁ σωτὴρ ὁτὲ μὲν περὶ ἑαυτοῦ ὡς περὶ ἀνθρώπου διαλέγεται, ὁτὲ δὲ ὡς περὶ θειοτέρας φύσεως καὶ ἡνωμένης τῇ ἀγενήτῳ τοῦ πατρὸς φύσει. ἐπὰν μὲν γὰρ λέγῃ· »Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν »λελάληκα«, τοῦτό φησιν εἰδὼς τὸ ζητούμενον ἀναιρεθῆναι εἶναι οὐ θεὸν ἀλλὰ ἄνθρωπον· ἐὰν δὲ »Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν« καὶ »Ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή« καὶ »Ἐγώ εἰμι ἡ ἀνάστασις« καὶ τὰ τούτοις ὅμοια, οὐ περὶ τοῦ ζητουμένου ἀναιρεθῆναι ἀνθρώπου διδάσκει.
οὕτως οὖν καὶ ἐπὶ τῶν κατὰ τὸ παρὸν ἡμῖν ζητουμένων ἐκ τῆς συμφράσεως κατανοητέον· τὸ μὲν » Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί« περὶ τοῦ ἀνθρώπου ἑαυτοῦ διαλέγεται, τὸ δὲ »Οὔτε ἐμὲ οἴδατε οὔτε »τὸν πατέρα μου« περὶ τῆς θεότητος· τοῦ μὲν γὰρ » Κἀμὲ οἴδατε καὶ »οἴδατε | πόθεν εἰμί« ταῦτα προτέτακται· »Ἔλεγον οὖν τινες ἐκ τῶν »Ἱεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; καὶ ἴδε »παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν »οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χριστός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν »ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν«·
τοῦ δὲ » Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου« ταῦτα »Εἶπαν οὖν »αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ »ἔστιν ἀληθής. ἀπεκρίθη † ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ
»μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα »πόθεν ἦλθον καὶ ποῦ ὑπάγω.* * * ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, »ἐγὼ οὐ κρίνω οὐδένα. καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ »ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με πατήρ«.
δῆλον οὖν ἐκ τούτων ὅτι ὑπὸ μὲν τῶν Ἱεροσολυμιτῶν ἐλέγετο· »Τοῦτον οἴδαμεν πόθεν ἐστίν«, ἀναφερόντων ἐπὶ τὸ ἐν Βηθλεὲμ αὐτὸν γεγενῆσθαι, καὶ ἐπισταμένων ὅτι οὗτος ἦν οὗ ἡ μήτηρ ἐλέγετο Μαρία, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης καὶ Σίμων 〈καὶ〉 Ἰούδας. διόπερ καὶ μαρτυρεῖ τοῖς εἰρηκόσιν· » Οἴδαμεν πόθεν ἐστίν« διὰ τοῦ » Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί«. τοῖς δὲ Φαρισαίοις τὸ »Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, »ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω«· τῇ θειοτέρᾳ φύσει διαλεγόμενος ἔφασκεν ταῦτα καί, ὡς ἂν εἴποι τις, καθ’ ὃ πρωτότοκος πάσης κτίσεως ἦν.
διόπερ τοῖς πρὸς ταῦτα πυθομένοις αὐτοῦ καὶ εἰρηκόσιν· »Ποῦ ἔστιν ὁ πατήρ σου;« ἀποκρίνεται (ὡς ἂν εἴποι τις, ἕτερος ὢν τοῦ λέγοντος· » Καμὲ οἴδατε«) καί φησι· » Καὶ οὔτε ἐμὲ οἴδατε »οὔτε τὸν πατέρα μου«. κατὰ δὲ τὸ ταπεινὸν τῶν Φαρισαίων ἦν ἤτοι μὴ νοεῖν ὅτι περὶ τοῦ θεοῦ τῶν ὅλων ἔλεγεν τὸ »Μαρτυρεῖ »περὶ ἐμοῦ ὁ πέμψας με πατήρ«· ἢ εἰ ἐξεδέχοντο περὶ τοῦ θεοῦ ταῦτα λέγεσθαι, νομίζειν ὅτι ἐν τόπῳ ἐστὶν ὁ θεός, καὶ διὰ τοῦτο νεσθαι· »Ποῦ ἔστιν ὁ πατήρ σου«;
Χρὴ μέντοι γε εἰδέναι, ὅτι οἱ ἑτερόδοξοι νομίζουσιν σαφῶς ἐντεῦθεν παρίστασθαι τὸ μὴ τὸν θεόν, ᾧ ἐλάτρευον Ἰουδαῖοι, πατέρα εἶναι τοῦ χριστοῦ· εἰ γὰρ τοῖς Φαρισαίοις λατρεύουσιν τῷ δημιουργῷ, φασίν, ἔλεγεν ὁ σωτήρ· »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου«, σαφὲς ὅτι ἕτερον ὄντα τοῦ δημιουργοῦ τὸν πατέρα Ἰησοῦ Φαρισαῖοι οὐκ ᾔδεσαν, ἀλλ’ οὐδὲ Ἱεροσολυμῖται, οἷς προειρήκει· »Ἀλλ’ ἔστιν »ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε«. ταῦτα δὲ λέγουσιν ἅτε μὴ ἀνεγνωκότες τὰς θείας γραφάς, μηδὲ τὴν συνήθειαν τῆς ἐν αὐταῖς λέξεως τετηρηκότες.
κἂν γὰρ διεξοδεύειν τις δύνηται τὰ περὶ θεοῦ ἐκ πατέρων μεμαθηκὼς ὅτι τούτῳ λατρεύειν μόνῳ δεῖ, μὴ βιοῖ δὲ καλῶς, τοῦτόν φασιν οὐκ ἔχειν γνῶσιν θεοῦ. εἴ τις γοῦν
ἄλλος ᾔδει τὰ περὶ τοῦ δημιουργοῦ καὶ τῆς ἱερατικῆς αὐτοῦ θεραπείας, δῆλον ὅτι καὶ οἱ Ἠλεῖ τοῦ ἱερέως υἱοὶ παρὰ τῇ λατρείᾳ ἀνατεθραμμένοι· ἀλλ’ ὅμως, ἐπεὶ ἥμαρτον, γέ|γραπται ταῦτα περὶ αὐτῶν ἐν τῇ τῶν Βασιλειῶν πρώτῃ· » Καὶ οἱ υἱοὶ Ἠλεῖ, υἱοὶ λοιμοί, οὐκ »ἔγνωσαν τὸν κύριον«.πευσόμεθα γὰρ τῶν ἑτεροδόξων εἰ μὴ περὶ τοῦ δημιουργοῦ γέγραπται τὸ »Οὐκ ἔγνωσαν τὸν κύριον« καὶ ἀποκρινομένων ὅτι περὶ τοῦ δημιουργοῦ ἐστιν ταῦτα, ζητήσομεν διὰ τί εἴρηται περὶ τῶν υἱῶν Ἠλεῖ· » Οὐκ ἔγνωσαν τὸν κύριον«· πότερον διὰ τοὺς περὶ θεοῦ τοῦ δημιουργοῦ λόγους, ἢ διὰ τὴν πονηρίαν αὐτῶν· σαφὲς δὲ ὅτι διὰ τὴν πονηρίαν λέγονται μὴ ἐγνωκέναι τὸν κύριον.
καὶ οὐ περὶ τῶν υἱῶν Ἠλεῖ μόνων ἔστιν τοῦτο εὑρεῖν ἀλλὰ καὶ περὶ ἄλλων βασιλευσάντων ἐν Ἰσραὴλ καὶ Ἰούδα ἁμαρτωλῶν. οὕτω τοίνυν καὶ οἱ Φαρισαῖοι τὸν πατέρα οὐκ ᾔδεσαν· οὐδὲ γὰρ ἐβίουν κατὰ τὸ τοῦ δημιουργοῦ βούλημα.
Ἔστιν δὲ καὶ ἄλλο σημαινόμενον τοῦ γινώσκειν τὸν θεόν, ἑτέρου ὄντος τοῦ γινώσκειν τὸν θεὸν παρὰ τὸ πιστεύειν ψιλῶς εἰς τὸν θεόν, † ὡς δῆλον ἐκ τοῦ· »Ὅσα ὁ νόμος λαλεῖ, τοῖς ἐν τῷ νόμῳ »λαλεῖ« αὐτὸ ᾗ δῆλον ὅτι καὶ τοὺς προφήτας, ὧν τὰ ῥήματα, ὡς ἐν ἄλλοις ἀπεδείξαμεν, νόμος λέγεται. εἴρηται τοίνυν ἐν ψαλμοῖς· »Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός«.
τίς δ’ οὐκ ἂν ὁμολογήσαι [πιστεῦσαι] γεγράφθαι ταῦτα λαῷ πιστεύοντι εἰς τὸν δημιουργόν; ὅντινα γνῶναι οὐκ ἔστιν μὴ σχολάσαντα καὶ ἐκκαθάραντα τὸν νοῦν, τῶν νοούντων καὶ θειοτέροις ὀφθαλμοῖς βλεπόντων τὸν θεὸν διὰ τὸ καθαρὰν τὴν καρδίαν πεποιηκέναι τῆς χάριτος ταύτης ἀξιουμένων, ὡς ὁ σωτὴρ μαρτυρεῖ λέγων· »Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι »αὐτοὶ τὸν θεὸν ὄψονται«. ἅμα δὲ καὶ πρὸς τὸ »Οὐδεὶς ἔγνω τὸν »πατέρα εἰ μὴ ὁ υἱός« φήσομεν ὅτι οὐ ταὐτόν ἐστιν τὸ γινώσκειν τὸν πατέρα καὶ πιστεύειν αὐτῷ.
οὐ μάχεται οὖν τὸ »Οὐδεὶς ἔγνω »τὸν πατέρα εἰ μὴ ὁ υἱός« τῷ »Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην«. εἰ δέ τις οἴεται ἡμᾶς βιάζεσθαι λέγοντας μὴ ταὐτὸν εἶναι τὸ πιστεύειν τῷ γινώσκειν, καὶ ἐνδέχεσθαι πιστεύειν μὲν οὐκ ἔχειν δὲ γνῶσιν τοῦ πιστευομένου ὑπ’ αὐτοῦ, τοῦ Ἰησοῦ ἀκουσάτω λέγοντος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους·
»Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ »ἀλήθεια ἐλευθερώσει ὑμᾶς«.παρατήρει γὰρ ὅτι πρὸ τοῦ »Ἐὰν »μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν« γέγραπται· »Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς † πιστεύοντας αὐτῷ Ἰουδαίους«, καὶ ἃ ἔλεγεν ἦν· »Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν »ἀλήθειαν«.
πολὺ δὲ διαφέρει τὸ πρὸς τῷ πιστεύειν ἐγνωκέναι τοῦ πιστεύειν μόνον· »Ὧι μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος »σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις »ἐν τῷ αὐτῷ πνεύματι«.
Καὶ ταῦτα μὲν ὑπὲρ τοῦ παραστῆσαι ἕτερον εἶναι τὸ γινώσκεσθαι τὸν θεὸν τοῦ πιστεύεσθαι· ὡς δὲ πρὸς τὸ ἀκριβὲς καὶ τοῦτο τοῖς εἰρημένοις προσαποδώσομεν, ὅτι πρὸς οὓς φησιν· »Οὔτε »ἐμὲ οἴδατε, οὔτε τὸν πατέρα μου« | Φαρισαίους, εὐλόγως ἂν εἶπέν τις· ἀλλ’ οὐδὲ πιστεύετε εἰς τὸν πατέρα μου· τῷ γὰρ ἀποσταλέντι ἀπὸ τοῦ πατρὸς οὐκ ἐπίστευσαν, ὁ δὲ ἀρνούμενος τὸν υἱὸν οὐδαμῶς τὸν πατέρα ἔχει· καὶ οὐδαμῶς φημί, ὅτι οὔτε κατὰ πίστιν οὔτε κατὰ γνῶσιν.