Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Εἰ μὲν πρὸς τοὺς αὐτοὺς ὁ λόγος ἦν ὁ λέγων· » Κἀμὲ οἴδατε »πόθεν εἰμί« καὶ ὁ φάσκων· » Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου«, ἄντικρυς ἂν ἔδοξεν ἐναντίον εἶναι τὸ λεγόμενον· νυνὶ δὲ τὸ μὲν »Κἀμὲ οἴδατε« πρός τινας τῶν Ἱεροσολυμιτῶν ἀπαγγέλλεται εἰρηκότας· » Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χρι»στός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν«· τὸ δὲ ὅτι »Οὔτε ἐμὲ οἴδατε« καὶ τὸ ἑξῆς, πρὸς τοὺς εἰπόντας αὐτῷ Φαρισαίους· »Σὺ μαρτυρεῖς περὶ »σεαυτοῦ ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής«.

πλὴν καὶ τοῖς Ἱεροσολυμίταις διὰ τῶν προτέρων, καὶ τοῖς Φαρισαίοις διὰ τῶν νῦν ἐξεταζομένων φησὶν ὅτι τὸν πατέρα οὐκ οἴδατε· τοῖς μὲν Ἱεροσολυμίταις διὰ τούτων »Ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας »με, ὃν ὑμεῖς οὐκ οἴδατε· ἐγὼ οἶδα αὐτόν, ὅτι παρ’ αὐτοῦ εἰμὶ »κἀκεῖνός με ἀπέστειλεν«· τοῖς δὲ Φαρισαίοις διὰ τοῦ » Οὔτε ἐμὲ οἴδατε »οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε«.

καὶ ζητήσαι ἄν τις εὐλόγως ὅπως, εἴπερ ἀληθὲς τὸ » Εἰ ἐμὲ ᾔδειτε

»καὶ τὸν πατέρα μου ἂν ᾔδειτε«, οἱ Ἱεροσολυμῖται, πρὸς οὕς φησι· »Κἀμὲ οἴδατε« οὐκ οἴδασι τὸν πατέρα. προσεπιτείνει δὲ τὴν εἰς τὸν τόπον ἀπορίαν καὶ ὁ Ἰωάννης ἐν τῇ καθολικῇ ἐπιστολῇ ταῦτα λέγων· »Ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν· πᾶς ὁ ἀρνούμενος τὸν »υἱόν, οὐδὲ τὸν πατέρα ἔχει«.

εἰ γὰρ »Ὁ ἀρνούμενος τὸν πατέρα »καὶ τὸν υἱόν«, καὶ »Ὁ ὁμολογῶν τὸν υἱόν καὶ τὸν πατέρα ἔχει«, δῆλον ὅτι οἱ Ἱεροσολυμῖται, ὅσον ἐπὶ τῇ λέξει, τῷ μὴ γινώσκειν τὸν πατέρα ἀρνούμενοι τὸν πατέρα ἀρνοῦνται καὶ τὸν υἱόν.

εἰ δὲ ἀρνοῦνται τὸν υἱόν, πῶς τὸ » Κἀμὲ οἴδατε« ἀληθές; πάλιν οἱ αὐτοὶ εἰ οἴδασιν τὸν υἱὸν διὰ τὸ »Καὶ ἐμὲ οἴδατε«, (ἐπεὶ »Ὁ ὁμολογῶν τὸν »υἱὸν καὶ τὸν πατέρα ἔχει«) ὁμολογοῦσιν τὸν πατέρα. εἰ δὲ ὁμολογοῦσιν τὸν πατέρα, πῶς ἀληθὲς τὸ »Ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας »με, ὃν ὑμεῖς οὐκ οἴδατε«;