Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. νζ Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῆ όδῷ, εβπέ τις πρὸς αὐτό· Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ, Κύρε.

Στίχ. νή. Κοὶ εἶπτεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φοωλεοὺς ἔχουσι. καὶ τὰ πετενὰ τοῦ οὐρανοῦ ἕχουσι κατασκηνώσεις· ὁ δέ Υἰὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.

Εἰ μὲν οὗν ἕτοιμος εἶ αὐτὸς ὁμοίως ἐμοὶ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι, αἱρήσῃ διὰ τὴν ἐμὴν διδασκαλίαν τὸ ἀκατάστατεν ἐνταῦθα ἑλπίδι τῆς τῶν ὐρανῶν βασιλείας, ἐπʼ οὐδενὶ τὴν ἀνάπαυσὶν ἐνταῦθα μὴ προσδοκῶν, ἀλλʼ ἐν τῷ μέλλοντι. Οἱ γὰρ ἐμοὶ μαθηταὶ, δικαιοσύνην ἀσκοῦντες, ἐν τῷ κόσμῳ τούτῳ θλίψιν ἕξουσι· πονηροὶ δὲ καὶ γόητες, ἀλώπεξι καὶ πετεινοῖς οὐρανοῦ παραβαλλόμενοι, ἐν τῷ βίῳ τούτῳ προκόψουσι πλανῶντες καὶ πλανώμενοι.

ψηλότερον δέ· Ὅτε ἐτεθνήκει τῷ νεανίσκῳ ὁ ππτὴρ καὶ ἦν νεκρὸς, τότε ἀπὸ τοῦ Ἰησοῦ ἐκλήθη. Νομιστέονδὲ, ὅτι, ὥσπερ ὁ κόσμος Παύλῳ ἐσταύρωται καὶ νεκρὸς ἦν, ἐπεὶ τεθνήκει αὐτῷ τὰ τοῦ κόσμου ς, πρᾶγματα, μηκέτι αὐτὰ σκοποῦντι ὡς βλεπόμενα καὶ πρόσκαιρα· οὕτως ἑκάστῳ δικαίῳ τέθνηκε ὁ διάβολος, ὅσπις αὐτῷ ἔζη ἁμαρτάνοντι Πᾶς γὰρ δ ποιῶν τὴν ἀμορτίαν ἐκ τοῦ δαβόλου γεγέννηται· παντὶ δὲ ἁμαρτάνοντι καὶ σκοποῦντι τὰ τῇδε ζῇ ὁ πονηρὸς πατήρ. Παντὶ δὲ, ᾧ τέθνηκε ὁ τονηρὸς, λέγοιτʼ ἂν ὑπὸ τοῦ Χριστοῦ τὸ, Ἀκολούθει μοι. Καὶ τάχα τοιοῦτόν ἐστι μυστικῶς νοούμενον τὸ δεῖν μισεῖσθαι ὑφʼ μῶν τὸν πατέρα, εἰ μέλλοιμεν ἄξιοι ἔσεσθαι τοῦ Ἰησοῦ. Τὸ δὲ, Τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεροὺς, ἀλληγορεῖται μόνον. Θάπτουσιγάρ πως νεκροὶ Τοὺς ἑαυτῶν νεκροὺς ἐν ἑαυτοῖς, τάφοι καὶ μνημεῖα [*](97 Joan. I 29. 98 Hebr. II, 14. 59 Ezech. XVIII, Prov. I 26. I Joan. III, 8. Luc. IX, 59. ibid. 60) [*](4, 20. 1 Psal. II, 2 ibid.5. 3 Rom VIIII, 29.)

352
αὐτῶν γενόμενοι. Τέλεον δὲ καταλείπει τὸν νεκρὸν, καὶ οὐδαμῶς ἔτι αὐτοῦ ἅπτεται ὁ πειθόμευος τῷ Ἰησοῦ· οἶδε γὰρ, ὡς ὁ ἀπτόμενοςνεκροῦ μολύνεται.

Ἀλλʼ ὁ μὲν Λουκᾶς ταῦτα περὶ τῶν εὐδοκιμωτέρων φησίν· ὁ δὲ Μάρκος λέγει, ὅτι παρακαλεσάμενος τοὺς δώδεκα, ἀπέστειλεν ἀνὰ δύο δύο, δοὺς αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων. Τοῦτο δὲ, ἀνὰ δύο ὑπηρετεῖσθαι τῷ λόγῳ βουλήματι Θεοῦ, ἕοικεν εἶναι ἀρχαῖον ἀπὸ Μωσέως καὶ Ἀαρὼν, ἐν τῷ ἐξελθεῖν τὸν λαὸν ἐκ τῆς Αἰγύπτου. Ἐξήγαγε γὰρ τὸν Ἰσραὴλ ὁ Θεὸς ἐν χειρὶ Μωσέως καὶ Ἀαρών. Κσὶ Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ, καὶ Χαλεβ ὁ τοῦ Ἰεφονῆ, ἀμφότεροι ὁμονοήσαντες κατέστειλαν τὸν λαὸν παροξυνόμενον ὑπὸ τῶν δέκα. Καὶ Ἐλδὰδ καὶ Μελδδ, ἀμφότεροι προεφήτευον ἐν τῇ σκηνῇ ἐμονοήσαντες. Ἀλλὰ καὶ ὕστερον Παῦλον καὶ Βαρνάβαν ἐξαπέστειλεν εἰς τὰ ἔθνη, καὶ παραδείγματε οἱ τοιοῦτοι ἦσαν τῶν συμφωνούντων δύο ἐπὶ τῆς γῆς. Ἐφαρμόσει δὲ τούτοις καὶτό· Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά· καὶ τό· Ἀγαθοὶ οἱ δύο ὑπέρ τὸν ἔνα. Τὸ δὲ κατὰ δύο τετάχθαι καὶ τοὺς δώδεκα ἐμφαίνει ἐν τῷ καταλόγῳ αὐτῶν ὁ Ματθαῖος, αατὰ συζυγίαν αὐτοὺς τάξας. Ὥσπερ δὲ ὁ γεωργὸς ζεῦγος βοῶν κατέχων ἐργάζεται τὴν γῆν, οὕτως ὁ Κύριος δύο δύο ἀποστόλους ζεύξας ἀπέστειλεν αὐτοὺς, μετ’ αὐτῶν ἐργαζόμενος τὴν γῆν τῶν ἀκουόντων ἐν ἀληθείᾳ καὶ πιστευόντων.

Στιχ. ι΄. Εἰς ἥν δʼ ἄν πόλιν εἰσέρχησrθε. κοὶ μὴ δέχοται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς, εἴπατε·