Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. λ. Καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἧσαν Μωσῆς καὶ Ἡλίας.

Στίχ. λα. Οἳ ὀψθέντες ἐν δόω ἕλεγον τὴν ἔβοδον αὐτοῦ, ῆν ἔμελλε πληροῦν ἐν Ἰερουσαλήμ.

Ἀλλὰ τοιοῦτον μὲν τὸ πρᾶγμα καὶ θαῦμα, τὸ τῆς μεταμορφώσεως. Εἰ δὲ χρὴ ἐπαναβεβηκότα λόγον εἰπεῖν, οὐ μάτην μεθʼ ἓξ ἡμέρας ὁ Μάρκος καὶ ὁ Ματθαῖός φησιν ἀνελθεῖν τὸν Ἰησοῦν εἰς τὸ. ὄρος σὸν τοῖς μαθηταῖς. Ἀλλʼ ἐπεὶ ἐν ἓξ ἡμέραις τελείῳ ἀριθμῷ ὁ σύμπας κόσμος γεγένηται· ὁ πάντα τὰ τοὺ κόσμου ὑπτερβαίνων πράγματα, βλέπων δὲ ἑστῶτα μόνον καὶ αἰώνια, οὗτος μεθʼ ἓξ ἡμέρας παρειλῆφθαι δηλοῦται τοῦ Ἰησοῦ. Ὁ γὰρ ταύτας ὑπερβὰς βλέπει τὸν Ἰησοῦν τόνδʼ οὐδενὶ τῶν κάτω μεταμορφούμενον, μεταμορφωθέντα ἔμπροσθεν αὐτοῦ. Φαίνεται γὰρ ὁ Λόγος διαφόρους ἔχων μορφὰς, ἑκάστῳ ὡς χωρεῖ· καὶ τοῖς μὲν οὐκ ἔχει εἶδος, τοῖς δὲ ὡραῖός ἐστι κάλλει. Τοῖς μὲν μὴ ἀναβαίνουσι διὰ τῶν ἐπαναβσβηκότων ἔργων, καὶ διʼαὐτῶν ἐπὶ τὸ ὑψηλὸν τῆς σοφίας ὅρος, ἀπλούστσρον νοεῖται, καὶ κατὰ σάρκα γινώσκεται. Τοῖς τελείοις θεολογεῖται, καὶ ἐν τῇ τοῦ Θεοῦ μορφῇ κατὰ τὴν γνῶσιν αὐτῶν θεωρεῖται, λάμπει δὲ καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος τοῖς τέκνοις φωτὸς κσὶ ἡμέρας, δικαιοσύνης ἥλιος εἶναι φανερούμενος. Ἀλλὰ καὶ τὰ ἱμάτια αὐτοῦ τοῖς ἀναχθεῖσιν ὑπʼ αὐτοῦ εἰς τὸ ὑψηλὸν ὄρος φαίνεται λευκὰ ὡς τὸ φῶς· ἅπερ εἰσὶν αἱ λέξεις, καὶ ἃ ἐνεδύσατο τῶν Εὐαγγελίων γράμματα, οἷμαι δʼ ὅτι καὶ τὰ ἀπὸ τῆς Γραφῆς τῶν ἀποστόλων δηλούμενα. Ἐποὰν οὖν ἴδῃς τινὰ τὴνπερὶ τοῦ Ἰησοῦ θεολογίαν ἀκριβοῦντα, καὶ τὴν λέξιν τῶν Εὐαγγελίων πᾶσαν σαφηνίζοντα, μὴ ὄκνει τῷ τοιούτῳ φάσκειν, γεγονέναι τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ ὡς τὸ φῶς. Τῷ δʼ οὕτως ἰδόντι τὸν Ἰησοῦν ὀφθεῖεν ἂν Μωσῆς ὁ νόμος, καὶ Ἡλίας ὁ προφητικὸς λόγος, κοινολογούμενοι πρὸς τὸν Ἰησοῦν. Ὁ δὲ ἰδὼν τὴν Μωσέως δόξαν, νοήσας τὸν πνευματικὸν νόμον, ὡς ἔνα πρὸς τὸν Ἰησοῦν λόγον, καὶ τὴν ἐν τοῖς προφήταις ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν, εἶδε Μωσῆν καὶ Ἡλίαν ἐν δόξῃ. ὅτε εἶδεν αὐτοὺς μετὰ Ἰησοῦν.