Scholia in Lucam (fragmenta e cod. Venet. 28)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
Στίχ. κζ΄. Λέγω δὲ ὀμῖν ἀληθῶς· Εἰσί τνες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἐως ἄν δωσι τὴν βααιιλείαν τοῦ Θεοῦ.
Ταῦτα ἐπὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τινὲς ἀναφέρουσι, συναναβάντες εἰς τὸ ὑψηλὸν ὄρος Χριστῷ, οἶ καὶ θανάτου οὐκ ἐγεύσαντο, πρὸ τοῦ ἰδεῖν τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐλθόντα ἐν τῇ βασιλείᾳ αὐτοῦ, ἤτοι ἐν τῇ δόξῃ τῆς μεταμορφώσεως αὐτοῦ.
Κἰ δὲ χρή τι καὶ περιεργότερον εἰπεῖν περί τε τοῦ ἑστάναι μετὰ Ἰησοῦ, καὶ περὶ τοῦ γεύεσθαι θανάτου ἦσάν τινες ἑστῶτες ὅπου Ἰησοῦς, ἐρηρεισμένοι τῇ ψυχῇ παρʼ αὐτῷ. Ἧν αὐτοῖς ἡ στάσις συγγενὴς τῇ τοῦ Μωσῇ. Κἀγὼ γὰρ, φησὶν ὁ Μωυσῆς, ἔστην ἐν τῷ ὄρει ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, ἀξιωθεὶς ἀκοῦσαι· καὶ σὺ δὲ αὐτοῦ στῆθι μετʼ ἐμοῦ. Ὀλίγοι δὲ καὶ φίλοι Θεοῦ, ὅσοι τὴν στάσιν ἐν τῷ καλῷ ἔχουσιν, ὡς ὁ Βαπτιστὴς αὐτὸς περὶ αὑτοῦ λέγει· Ὁ δὲ φίλος τοῦ νυμφίου ἑστὼς χαρᾳ χαίρει. Καὶ οἱ ἑστηκότες γοῦν παρὰ τῷ Λόγῳ ἔχουσ. κατὰ τὴν στάσιν διαφοράς. Διὸ οὐ πάντες οἱ ἑστῶτες παρὰ τῷ Σωτῆρι, ἀλλά τινες αὐτῶν, ὡς βέλτιον ἑστηκότες, οὐ γεύονται θανάτου, ἕως ἂν δωσι τὸν ἀνθρώποις ἐπιδημήσαντα Λόγον, καὶ διὰ τοῦτο Υἱὸν ἀνθρώπου χρηματίζοντα, ἐρχόμενον ἐν τῇ αὐτοῦ βασιλείᾳ. Οὐ γὰρ ἀεὶ ἐν τῇ αὑτοῦ βασιλείᾳ ἔρχεται, ὡς ἐπὶ τοῖς εἰσαγομένοις, οἵ καὶ μὴ ἔχειν αὐτὸν εἶδος ἢ κάλλος λέξαιεν ἄν. Τοῖς δὲ τελείοις, κατὰ τὸν Δαυΐδ, ὡραῖος φοοίνεται κάλλει παρὰ τοὺς υίοὺς τῶν ἀνθρωπίων. Ἔστιν οὗν βασιλικώτατον ἀξίωμα τῷ Λόγῳ, βλεπόμενόν τισι τῶν ἑστηκότων παρὰ τῷ Ἰησοῦ, ἀκολουθεῖν αὐτῷ δυνηθεῖσιν, ἀναβαίνοντι εἰ, τὸ ὑψηλὸν τῆς φανερώσεως αὐτοῦ ὄοος· οὗ τις ἀξιοῦκαι [*](Rom. XI, 25, 26. Deut. IX. 80 Joan. III, 29. 81 1 Isa LIII, 2. Psal. XLIV, 3.) [*]((88) Respicitur ad lsagogas, primasquo institutiones.) [*]((89) Forte deest εἰς.)
Ζωὴ δὲ ὁ Χριστός. Ὁ δὲ ταύτης ἐχθρὸς θάνατος, καὶ ὁ διʼ ἁμαρτίας, ἢ ἑτέρως νοούμενος. Ὅν τὸ ἕτερον δʼ ὧν ἕκαστος ἡμῶν πράττει ἐκλέγεται. Ὥσπερ οὖν ὁ Χριστὸς ἄρτος ἐστὶ ζῶν, οὕτως ὁ ἐχθρὸς αὐτοῦ θάνατος ἄρτος ἐστὶ νεκρός. Πᾶσα δὲ λογικὴ ψυχὴ θατέρῳ τούτων τρέφεται· ἡ μὲν γευομένη τούτων μόνον, ἡ δὲ καὶ ἐπὶ πλεῖστον ἐσθίουσα. Καὶ τάχα οἱ μὲν σπανίως καὶ μικρὰ ἁμαρτάνοντες μόνον γεύονται θανάτου· οἱ δὲ ἀρετὴν ἀνειληφότες οὐδὲ γεύονται αὐτοῦ, ἀλλʼ ἀεὶ ἄρτον τρέφονται ζῶντα. Πέτρῳ οὖν, οὖ πύλαι μὴ κατίσχυσαν ᾅδου, ἀκόλουθον ᾖν τούτου μὴ γεύεσθαι. Τότε γάρ τις γεύεται θανάτου, ὅτε πύλαι ἅδου κατισχύσουσιν αὐτοῦ. Ἀλλὰ καὶ παῖς τῆς βροντῆς υίσῖς, γεννηθεῖσιν ἀπὸ βροντῆς ἀνθρωπίνου χρήματος, ἀδύνατον ἦν θανάτου γεύσασθαι, ταῦ σφόδρα πόῤῥω τῆς μητρὸς αὐτῶν βροντῆς.
Τὸ δὲ, ἐως, ἐνταῦθα δηλοῖ τὸν κατεπείγοντα περὶ τοῦ δηλουμένου χρόνον, οὐ περιοριζόμενον, ὥστε γενέσθαι μετὰ τὸ ἕως τὸ ἐν αὐτῷ τῷ δηλουμένῳ· ὡς τό· Καὶ δοὸ ἐγὼ μεθ’ ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος. Οὐκ ἐγεύσαντο γοῦν οὐδʼ οἱ ἀπόστολοι τοῦ προηρημένου (90) νοητοῦ θανάτου μετὰ τὸ ἰδεῖν τὴν τῶν τηλικούτων ἀγαθῶν θεωρίαν.
Ἐπεὶ δὲ ἐν τοῖς αλμοῖς εἴρηται· Τίς ἐστιν ἀνδρωπος ὅς ζήσει, καὶ οὐκ ὄψεται θάνατονς καὶ, Ἐλθέτω δὴ Θάνατος ἐπʼ αὐτούς· καὶ ἔν τινι τῶν προφητῶν· Κατέπιεν ὁ θάνατος ἰσχύσας· ἐν δὲ τῇ Ἀποκαλύψει· Ὁ Θάνατος καὶ ὁ ᾅδης ἀκολουθεῖ τισι· μήποτε ἔλαττον κακόν ἐστι τὸ ἰδεῖν θάνατον, τούτου δὲ μεῖζον τὸ γεύσασθαι αυτοῦ, τούτου δὲ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον; καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπʼ αὐτὸν, σαὶ καταλαβεῖν ἐκεῖνον, ᾧ πρότερον ἠκολούθει; Τὸ δὲ καταποθῆναι ὑπὸ τοῦ θανάτου πάντων δοκεῖ μοι βαρύτερον εἶναι τῶν εἰρημένων. Καὶ ἐπιστήσας τοῖς λεγομένοις καὶ τῇ διαφορᾷ τῶν ἁμαρτανομένων, οὐκ ἀανήσεις, οἶμαι, παραδέξασθαι τοιαῦτά τινα νενοῆσθαι τῷ ἐνεργήσαντι ταῦτα γραφῆναι ἐν τοῖς λογίοις τοῦ Θεοῦ Πνεύματι.
Τί δὲ δηλοῦται ἐν τῷ ἰδεῖν τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ σὐτου, καὶ ἐν τῇ δόξῃ αὐτοῦ; καὶ τί σημαίνει τὸ, Ἐληλυθυῖαν ἐν δυνάμει, παρὰ Μάρκου ῥηθέν; Τὰ εἴτε ἐκλαμπόμενα ταῖς καρδίαις ήμῶν, εἵτε ζητοῦσινεὐρισκόμενα, εἴτε ὑποσιόντα (91) τοὺς λογισμοὺς ἡμῶν, σαφέστερον ἐκθησόμεθα. Ὁ θεωρῶν καὶ καταλαμβάνων τὴν τοῦ λόγου θπεροχὴν λύοντος καὶ διελέγχοντος πάσας τὰς ὑπὸ [*](82 Joan. vi, 51. ⁴ Matth. XVI, 18. 85 Matth. XVIII, 20. 86 Psal. LXXXVIII, 49. Psal. LIV, 16) [*](Isa. XXV, 8. Apoc. VI, 8. 90 Marc. IX, 1.) [*]((90) Forte βροντῶν, tonitruum, ex Marc. 111, 17 et ut intra.) [*]((90·) Προηρμένου. Lege προειρημένου. EUIT.) [*]((91) Lege ὑπεισιόντα.)