Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. νβ΄. Ἔκλαιιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δέ εἶπε· Μὴ κλαίετε· Οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.

Στίχ.νγ. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀυπέθανε.

(87) Πλὴν ἀλλὰ τοιαύτη μὲν ἡ τοῦ θαύματος ἱστορία. Χρὴ δὲ ἵσως καὶ ἰσχνότερον αὐτὴν θεωρῆσαι καὶ ὑψηλότερον. Οἱ μὲν οὖν ἁπλούστεροι καὶ ἀκεραιότεροι θαυμαζέτωσαν τὰ μεγαλεῖα τοῦ Θεοῦ κατὰ ταῦτα· οἰκοδομεῖ γὰρ καὶ σωματικῶς νοούμενα· οἱ δὲ δυνάρενοι διαβαίνειν ἐπὶ τὸ βλέπειν, ὅτι καὶ ταῦτα τυπκῶς συνέβανεν ἐκείνοις, ἐγράφη δὲ διʼ ἡμᾶς, εὐξάμενοι τῷ Θεῷ, αἰτήσωμεν λόγον τὸν σαφηνίζοντα καὶ ταῦτα.

Πῶς ὁ Ἰησοῦς πρὸς τὴν ἀρχισυναγώγου θυγατέρα προηγουμένως ἄπεισιν, οὐ πρὸς τὴν αἱμοῤῥοοῦσαν· καὶ ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσα πρώτη αὐτὴ θεραπεύεται; ἦλθε γὰρ ὁ Υἰὸς τοῦ Θεοῦ προηγουμένως εἰς τὴν Ἰουδαίων συναγωγὴν, καὶ εὗρεν αὐτὴν νοσοῦσαν καὶ ἀποθανοῦσαν. Τὰ γὰρ παραπτώματα τοῦ Ἰσραὴλ πεποίηκεν αὐτὴν ἀποθανεῖν. Ἡ δὲ αἰμοῤῥοοῦσα, ἡ ἐν τῇ ὁδῷ, ἡ ἀκαθαρσίας πεπληρωμένη, ἡ ῥέουσα οὐκ ἐν καιρῷ ἀφέδρου, ἀλλʼ ἀεὶ αἱμοῤῥοοῦσα παὶ νοσοῦσα, αὐτὴ πρὸ ἐκείνης πιστεύσει τῷ Υἰῷ τοῦ Θεοῦ. Καὶ ἐκεῖ μὲν οὗτος ἀπέρχεται, αὐτὴ δὲ τοῦ κρασπέδου τοῦ ἱματίου ἅψασθαι θέλει. Ὁ δὲ Δουκᾶς ὅ μὴ εἶπε Ματθαῖος προσέθηκεν, ὅτι δωδεκαετὴς ἦν ἡ τοῦ ἀρχισυναγώγου θυγάτηρ, καὶ ἡ αἱμοῤῥοοῦσα [*](75 Cor. ΧΙ, 3. 76 I Cor. X, 11.) [*]((87) Ὠμιγ. καὶ Κυρίλλου.)

340
δώδεκα ἔτη εἶχεν αἱμοῤῥοοῦσα· οὐκοῦν ἅμα τῇ γενέσει ἐκείνῃ αὕτη αἱμορροεῖ. Ἐν ἀπαθεία γάρ ἐστιν ἐκείνη ὅσον χρόνον ζῇ ἡ συναγωγή· καὶ ὁ αὐτὸς ὅρος τοῦ χρόνου τοῦ τέλους ἐκείνης καὶ τῆς ἀρχῆς τῆς σωτηρίας ταύτης ἐστί. Δώδεκα ἐτῶν ἐκείνη ἀποθνήσκει, καὶ δώδεκα ἐτῶν αὕτη τοῦ πάθους πιστεύσασα θεραπεύεται, ἥτις οὐκ ἵσχυσεν ὑπʼ οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι. Πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελλομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρώμενοι. Ἀλλʼ (89) αὐτοὺς δαπανήσασα τὰ παρʼ ἑαυτῆς πάντα, οὐκ ἵσχυσεν ὑπʼ οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι. Ἥψατο δὲ τοῦ κρασπέδου τοῦ Ἰησοῦ διὰ πίστεως, καὶ ἰάθη. Ἐὰν ἴδωμεν τὴν πίστιν ἡμῶν τὴν εἰς Ἰησοῦν Χριστὸν, καὶ νοήσωμεν πηλίκος ἐστὶν ὁ Υίὸς τοῦ Θεοῦ, καὶ τίνος ἡψάμεθα αὐτοῦ, ὀψόμεθα, ὅτι πρὸς σύγκρισιν τῶν ἐν αὐτῷ κρασπέδων κρασπέδου ἡψάμεθα. Τοῦτο τὸ κράσπεδον θεραπεύει ἡμᾶς, καὶ ποιεῖ ἀκούειν ἀπὸ τοῦ Ἰησσῦ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε, καὶ θεραπευθῶμεν. Καὶ ἡ θυγάτηρ ἀναστήσεται τοῦ ἀρχισυναγώγου. Ὅιαν γὰρ τὸ πλῆθος τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴῖ σωθήσεται.

Στίχ. κζ΄. Λέγω δὲ ὀμῖν ἀληθῶς· Εἰσί τνες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἐως ἄν δωσι τὴν βααιιλείαν τοῦ Θεοῦ.

Ταῦτα ἐπὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τινὲς ἀναφέρουσι, συναναβάντες εἰς τὸ ὑψηλὸν ὄρος Χριστῷ, οἶ καὶ θανάτου οὐκ ἐγεύσαντο, πρὸ τοῦ ἰδεῖν τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐλθόντα ἐν τῇ βασιλείᾳ αὐτοῦ, ἤτοι ἐν τῇ δόξῃ τῆς μεταμορφώσεως αὐτοῦ.

Κἰ δὲ χρή τι καὶ περιεργότερον εἰπεῖν περί τε τοῦ ἑστάναι μετὰ Ἰησοῦ, καὶ περὶ τοῦ γεύεσθαι θανάτου ἦσάν τινες ἑστῶτες ὅπου Ἰησοῦς, ἐρηρεισμένοι τῇ ψυχῇ παρʼ αὐτῷ. Ἧν αὐτοῖς ἡ στάσις συγγενὴς τῇ τοῦ Μωσῇ. Κἀγὼ γὰρ, φησὶν ὁ Μωυσῆς, ἔστην ἐν τῷ ὄρει ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, ἀξιωθεὶς ἀκοῦσαι· καὶ σὺ δὲ αὐτοῦ στῆθι μετʼ ἐμοῦ. Ὀλίγοι δὲ καὶ φίλοι Θεοῦ, ὅσοι τὴν στάσιν ἐν τῷ καλῷ ἔχουσιν, ὡς ὁ Βαπτιστὴς αὐτὸς περὶ αὑτοῦ λέγει· Ὁ δὲ φίλος τοῦ νυμφίου ἑστὼς χαρᾳ χαίρει. Καὶ οἱ ἑστηκότες γοῦν παρὰ τῷ Λόγῳ ἔχουσ. κατὰ τὴν στάσιν διαφοράς. Διὸ οὐ πάντες οἱ ἑστῶτες παρὰ τῷ Σωτῆρι, ἀλλά τινες αὐτῶν, ὡς βέλτιον ἑστηκότες, οὐ γεύονται θανάτου, ἕως ἂν δωσι τὸν ἀνθρώποις ἐπιδημήσαντα Λόγον, καὶ διὰ τοῦτο Υἱὸν ἀνθρώπου χρηματίζοντα, ἐρχόμενον ἐν τῇ αὐτοῦ βασιλείᾳ. Οὐ γὰρ ἀεὶ ἐν τῇ αὑτοῦ βασιλείᾳ ἔρχεται, ὡς ἐπὶ τοῖς εἰσαγομένοις, οἵ καὶ μὴ ἔχειν αὐτὸν εἶδος ἢ κάλλος λέξαιεν ἄν. Τοῖς δὲ τελείοις, κατὰ τὸν Δαυΐδ, ὡραῖος φοοίνεται κάλλει παρὰ τοὺς υίοὺς τῶν ἀνθρωπίων. Ἔστιν οὗν βασιλικώτατον ἀξίωμα τῷ Λόγῳ, βλεπόμενόν τισι τῶν ἑστηκότων παρὰ τῷ Ἰησοῦ, ἀκολουθεῖν αὐτῷ δυνηθεῖσιν, ἀναβαίνοντι εἰ, τὸ ὑψηλὸν τῆς φανερώσεως αὐτοῦ ὄοος· οὗ τις ἀξιοῦκαι [*](Rom. XI, 25, 26. Deut. IX. 80 Joan. III, 29. 81 1 Isa LIII, 2. Psal. XLIV, 3.) [*]((88) Respicitur ad lsagogas, primasquo institutiones.) [*]((89) Forte deest εἰς.)

341
Πέτρος ὣν, καὶ τὸ ἄσειστον ἔχων ἐν τῇ πίστει· ἢ υἱοὶ ἰροτῶν (90), οἳ κοὶ θανάτου οὐ γεύεπται, ἕως ὅν δωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ὀρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

Ζωὴ δὲ ὁ Χριστός. Ὁ δὲ ταύτης ἐχθρὸς θάνατος, καὶ ὁ διʼ ἁμαρτίας, ἢ ἑτέρως νοούμενος. Ὅν τὸ ἕτερον δʼ ὧν ἕκαστος ἡμῶν πράττει ἐκλέγεται. Ὥσπερ οὖν ὁ Χριστὸς ἄρτος ἐστὶ ζῶν, οὕτως ὁ ἐχθρὸς αὐτοῦ θάνατος ἄρτος ἐστὶ νεκρός. Πᾶσα δὲ λογικὴ ψυχὴ θατέρῳ τούτων τρέφεται· ἡ μὲν γευομένη τούτων μόνον, ἡ δὲ καὶ ἐπὶ πλεῖστον ἐσθίουσα. Καὶ τάχα οἱ μὲν σπανίως καὶ μικρὰ ἁμαρτάνοντες μόνον γεύονται θανάτου· οἱ δὲ ἀρετὴν ἀνειληφότες οὐδὲ γεύονται αὐτοῦ, ἀλλʼ ἀεὶ ἄρτον τρέφονται ζῶντα. Πέτρῳ οὖν, οὖ πύλαι μὴ κατίσχυσαν ᾅδου, ἀκόλουθον ᾖν τούτου μὴ γεύεσθαι. Τότε γάρ τις γεύεται θανάτου, ὅτε πύλαι ἅδου κατισχύσουσιν αὐτοῦ. Ἀλλὰ καὶ παῖς τῆς βροντῆς υίσῖς, γεννηθεῖσιν ἀπὸ βροντῆς ἀνθρωπίνου χρήματος, ἀδύνατον ἦν θανάτου γεύσασθαι, ταῦ σφόδρα πόῤῥω τῆς μητρὸς αὐτῶν βροντῆς.

Τὸ δὲ, ἐως, ἐνταῦθα δηλοῖ τὸν κατεπείγοντα περὶ τοῦ δηλουμένου χρόνον, οὐ περιοριζόμενον, ὥστε γενέσθαι μετὰ τὸ ἕως τὸ ἐν αὐτῷ τῷ δηλουμένῳ· ὡς τό· Καὶ δοὸ ἐγὼ μεθ’ ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος. Οὐκ ἐγεύσαντο γοῦν οὐδʼ οἱ ἀπόστολοι τοῦ προηρημένου (90) νοητοῦ θανάτου μετὰ τὸ ἰδεῖν τὴν τῶν τηλικούτων ἀγαθῶν θεωρίαν.

Ἐπεὶ δὲ ἐν τοῖς αλμοῖς εἴρηται· Τίς ἐστιν ἀνδρωπος ὅς ζήσει, καὶ οὐκ ὄψεται θάνατονς καὶ, Ἐλθέτω δὴ Θάνατος ἐπʼ αὐτούς· καὶ ἔν τινι τῶν προφητῶν· Κατέπιεν ὁ θάνατος ἰσχύσας· ἐν δὲ τῇ Ἀποκαλύψει· Ὁ Θάνατος καὶ ὁ ᾅδης ἀκολουθεῖ τισι· μήποτε ἔλαττον κακόν ἐστι τὸ ἰδεῖν θάνατον, τούτου δὲ μεῖζον τὸ γεύσασθαι αυτοῦ, τούτου δὲ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον; καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπʼ αὐτὸν, σαὶ καταλαβεῖν ἐκεῖνον, ᾧ πρότερον ἠκολούθει; Τὸ δὲ καταποθῆναι ὑπὸ τοῦ θανάτου πάντων δοκεῖ μοι βαρύτερον εἶναι τῶν εἰρημένων. Καὶ ἐπιστήσας τοῖς λεγομένοις καὶ τῇ διαφορᾷ τῶν ἁμαρτανομένων, οὐκ ἀανήσεις, οἶμαι, παραδέξασθαι τοιαῦτά τινα νενοῆσθαι τῷ ἐνεργήσαντι ταῦτα γραφῆναι ἐν τοῖς λογίοις τοῦ Θεοῦ Πνεύματι.

Τί δὲ δηλοῦται ἐν τῷ ἰδεῖν τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ σὐτου, καὶ ἐν τῇ δόξῃ αὐτοῦ; καὶ τί σημαίνει τὸ, Ἐληλυθυῖαν ἐν δυνάμει, παρὰ Μάρκου ῥηθέν; Τὰ εἴτε ἐκλαμπόμενα ταῖς καρδίαις ήμῶν, εἵτε ζητοῦσινεὐρισκόμενα, εἴτε ὑποσιόντα (91) τοὺς λογισμοὺς ἡμῶν, σαφέστερον ἐκθησόμεθα. Ὁ θεωρῶν καὶ καταλαμβάνων τὴν τοῦ λόγου θπεροχὴν λύοντος καὶ διελέγχοντος πάσας τὰς ὑπὸ [*](82 Joan. vi, 51. ⁴ Matth. XVI, 18. 85 Matth. XVIII, 20. 86 Psal. LXXXVIII, 49. Psal. LIV, 16) [*](Isa. XXV, 8. Apoc. VI, 8. 90 Marc. IX, 1.) [*]((90) Forte βροντῶν, tonitruum, ex Marc. 111, 17 et ut intra.) [*]((90·) Προηρμένου. Lege προειρημένου. EUIT.) [*]((91) Lege ὑπεισιόντα.)

344
τῶν ψευδῶν μὲν, ἐπαγγελλομένων ὸε ἀλήθειαν πιθανότητας, βλέπει τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ ἰδίᾳ βασιλείᾳ. Εἰ δὲ καὶ τὰ ἵδια τρανώτερον παραστήσαντα βλέπει, βλέποι ἄν αὐτοῦ πρὸς τὴν βασιλείαν καὶ τὴν δόξαν. Καὶ ὁ τοιοῦτός γε ἐν ἑαυτῷ βλέποι ἂν τὴν τοῦ Θεοῦ βασιλείαν ἐληλυθυῖαν ἐν δυνάμει· καὶ τοῦτο βλέποι ἂν, ὡς οὐδαμῶς ἕτι ὑπὸ ἁμαρτίας βασιλευόμενος, τῆς βασιλευούσης ἐν θνητῷ σώματι τῶν ἁμαρτανόντων, ἀλλʼ ἀεὶ τεταγμένος ὑπὸ βασιλεῖ τῷ τῶν ὅλων Θεῷ· οὗ ἡ βασιλεία δυνάμει μὲν ἐντὸς ἡμῶν ἐστιν, ἐνεργείᾳ δὲ, ὡς ὠνόμασεν ὁ Μάρκος, ἐντὸς τῶν τελείων μόνον.

Στίχ. κη. Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους, ὡς ἡμέραι ὀκτώ· καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ άκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.

Στίχ. κθ΄. Καὶ ἐγένετο, ἐν τῷ προσεύξασθαι αὐτὸν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ δ λματιισμὸς αὐτοῦ λευκός ἐξαστράπτων.

Στίχ. λ. Καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἧσαν Μωσῆς καὶ Ἡλίας.

Στίχ. λα. Οἳ ὀψθέντες ἐν δόω ἕλεγον τὴν ἔβοδον αὐτοῦ, ῆν ἔμελλε πληροῦν ἐν Ἰερουσαλήμ.

Ἀλλὰ τοιοῦτον μὲν τὸ πρᾶγμα καὶ θαῦμα, τὸ τῆς μεταμορφώσεως. Εἰ δὲ χρὴ ἐπαναβεβηκότα λόγον εἰπεῖν, οὐ μάτην μεθʼ ἓξ ἡμέρας ὁ Μάρκος καὶ ὁ Ματθαῖός φησιν ἀνελθεῖν τὸν Ἰησοῦν εἰς τὸ. ὄρος σὸν τοῖς μαθηταῖς. Ἀλλʼ ἐπεὶ ἐν ἓξ ἡμέραις τελείῳ ἀριθμῷ ὁ σύμπας κόσμος γεγένηται· ὁ πάντα τὰ τοὺ κόσμου ὑπτερβαίνων πράγματα, βλέπων δὲ ἑστῶτα μόνον καὶ αἰώνια, οὗτος μεθʼ ἓξ ἡμέρας παρειλῆφθαι δηλοῦται τοῦ Ἰησοῦ. Ὁ γὰρ ταύτας ὑπερβὰς βλέπει τὸν Ἰησοῦν τόνδʼ οὐδενὶ τῶν κάτω μεταμορφούμενον, μεταμορφωθέντα ἔμπροσθεν αὐτοῦ. Φαίνεται γὰρ ὁ Λόγος διαφόρους ἔχων μορφὰς, ἑκάστῳ ὡς χωρεῖ· καὶ τοῖς μὲν οὐκ ἔχει εἶδος, τοῖς δὲ ὡραῖός ἐστι κάλλει. Τοῖς μὲν μὴ ἀναβαίνουσι διὰ τῶν ἐπαναβσβηκότων ἔργων, καὶ διʼαὐτῶν ἐπὶ τὸ ὑψηλὸν τῆς σοφίας ὅρος, ἀπλούστσρον νοεῖται, καὶ κατὰ σάρκα γινώσκεται. Τοῖς τελείοις θεολογεῖται, καὶ ἐν τῇ τοῦ Θεοῦ μορφῇ κατὰ τὴν γνῶσιν αὐτῶν θεωρεῖται, λάμπει δὲ καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος τοῖς τέκνοις φωτὸς κσὶ ἡμέρας, δικαιοσύνης ἥλιος εἶναι φανερούμενος. Ἀλλὰ καὶ τὰ ἱμάτια αὐτοῦ τοῖς ἀναχθεῖσιν ὑπʼ αὐτοῦ εἰς τὸ ὑψηλὸν ὄρος φαίνεται λευκὰ ὡς τὸ φῶς· ἅπερ εἰσὶν αἱ λέξεις, καὶ ἃ ἐνεδύσατο τῶν Εὐαγγελίων γράμματα, οἷμαι δʼ ὅτι καὶ τὰ ἀπὸ τῆς Γραφῆς τῶν ἀποστόλων δηλούμενα. Ἐποὰν οὖν ἴδῃς τινὰ τὴνπερὶ τοῦ Ἰησοῦ θεολογίαν ἀκριβοῦντα, καὶ τὴν λέξιν τῶν Εὐαγγελίων πᾶσαν σαφηνίζοντα, μὴ ὄκνει τῷ τοιούτῳ φάσκειν, γεγονέναι τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ ὡς τὸ φῶς. Τῷ δʼ οὕτως ἰδόντι τὸν Ἰησοῦν ὀφθεῖεν ἂν Μωσῆς ὁ νόμος, καὶ Ἡλίας ὁ προφητικὸς λόγος, κοινολογούμενοι πρὸς τὸν Ἰησοῦν. Ὁ δὲ ἰδὼν τὴν Μωσέως δόξαν, νοήσας τὸν πνευματικὸν νόμον, ὡς ἔνα πρὸς τὸν Ἰησοῦν λόγον, καὶ τὴν ἐν τοῖς προφήταις ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν, εἶδε Μωσῆν καὶ Ἡλίαν ἐν δόξῃ. ὅτε εἶδεν αὐτοὺς μετὰ Ἰησοῦν.